Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/237

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

7 Λακεδαιμόνιος οὗτος ὁ νόμος· ὁ δὲ νόμος ἐκεῖνα λέγει. μηδένα Λακεδαιμονίων ἀνανδρότερον ὁρᾶσθαι τὴν χρόαν ἢ τὸν ὄγκον τοῦ σώματος ἔχειν ὑπὲρ τὰ γυμνάσια· ἐδόκει γὰρ τὸ μὲν ἀργίαν ὁμολογεῖν, τὸ δὲ οὐχ ὁμολογεῖν ἄνδρα. προσεγέγραπτο δὲ τῷ νόμῳ διὰ δέκα ἡμερῶν πάντως τοῖς ἐφόροις τοὺς ἐφήβους παρίστασθαι γυμνοὺς δημοσίᾳ. καὶ εἰ μὲν ἦσαν εὐπαγεῖς καὶ ἐρρωμένοι καὶ ἐκ τῶν γυμνασίων οἱονεὶ διαγλυφέντες καὶ διατορευθέντες, ἐπῃνοῦντο· εἰ δέ τι χαῦνον ἦν αὐτοῖς τῶν μελῶν ἢ ὑγρότερον, ὑποιδούσης καὶ ὑπαναφυομένης διὰ τὴν ῥᾳθυμίαν πιμελῆς, ἀλλ᾽ ἐνταῦθα μὲν ἐπαίοντο καὶ ἐδικαιοῦντο. ἐτίθεντο δὲ καὶ φροντίδα οἱ ἔφοροι καθ᾽ ἑκάστην πολυπραγμονεῖν τὰ περὶ τὴν στολήν, εἰ ἕκαστα αὐτῆς μὴ ἀπολείπεται τοῦ κόσμου τοῦ δέοντος. ἔδει δὲ ὀψοποιοὺς ἐν Λακεδαίμονι εἶναι κρέως μόνου· ὁ δὲ παρὰ τοῦτο ἐπιστάμενος ἐξηλαύνετο τῆς Σπάρτης, ὡς τὰ τῶν νοσούντων καθάρσια.

Οἱ αὐτοὶ Ναυκλείδην τὸν Πολυβιάδου ὑπερσαρκοῦντα τῷ σώματι καὶ ὑπέρπαχυν διὰ τρυφὴν γενόμενον ἐς τὴν ἐκκλησίαν τῶν θεωμένων κατήγαγον, καὶ ἠπείλησαν αὐτῷ φυγῆς προστίμησιν, ἐὰν μὴ τὸν βίον ὃν ἐβίου τότε ὑπαίτιον ὄντα καὶ Ἰωνικὸν μᾶλλον ἢ Λακωνικὸν τοῦ λοιποῦ μεθαρμόσηται· φέρειν γὰρ αὐτοῦ τὸ εἶδος καὶ τὴν τοῦ σώματος διάθεσιν αἰσχύνην καὶ τῇ Λακεδαίμονι καὶ τοῖς νόμοις.

8 Δύο εἰκόνας εἰργάσατο Πολύκλειτος κατὰ τὸ αὐτό, τὴν μὲν τοῖς ὄχλοις χαριζόμενος, τὴν δὲ κατὰ τὸν νόμον τῆς τέχνης. ἐχαρίζετο δὲ τοῖς πολλοῖς τὸν τρόπον τοῦτον. καθ᾽ ἕκαστον τῶν ἐσιόντων μετετίθει τι καὶ μετεμόρφου, πειθόμενος τῇ ἑκάστου ὑφηγήσει. προύθηκεν οὖν ἀμφοτέρας· καὶ ἣ μὲν ὑπὸ πάντων