Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/233

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀδεῶς ἐν τῷ πολέμῳ ἀποθνήσκοντας· τὴν γὰρ ἐκ τῶν νόμων ταλαιπωρίαν ἀποδιδράσκοντας θάνατον ὑπὲρ τῶν πόνων ὧν ἔχουσι προθύμως ἀλλάττεσθαι.

Εἰώθει δέ φασιν ἐπιλέγειν ταῖς ἑαυτοῦ πράξεσιν ὅτι τὸν τῶν Διοσκόρων ζῇ βίον παρ᾽ ἡμέραν τεθνηκώς τε καὶ ἀναβιούς· εὐημερήσας γὰρ ἐν τῷ δήμῳ ἴσος θεοῖς νομίζεσθαι, κακῶς δὲ ἀπαλλάξας τῶν νεκρῶν μηδὲ ὀλίγον διαφέρειν.

39 Ἐφιάλτης στρατηγοῦ ὀνειδίσαντος αὐτῷ τινος πενίαν ῾τὸ δὲ ἕτερον᾽ ἔφη ῾διὰ τί οὐ λέγεις, ὅτι δίκαιός εἰμι;᾿

40 Στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ῾οὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;᾿ δείξας τὸν στρεπτόν· ῾οὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.᾿

Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ῾οὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.᾿

Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ῾πάταξον μέν, ἄκουσον δέ.᾿ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.

41 Ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ῾εἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;

42 Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ