Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/232

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐπεβούλευον αὐτῷ. ἃ πυθόμενος ὁ Γέλων, ἐς ἐκκλησίαν συγκαλέσας τοὺς Συρακοσίους ἐσῆλθεν ὡπλισμένος, καὶ διεξελθὼν ὅσα ἀγαθὰ αὐτοῖς εἰργάσατο, καὶ τὴν ἐπιβουλὴν ἐξεκάλυψε καὶ ἀπεδύσατο τὴν πανοπλίαν, εἰπὼν πρὸς πάντας ῾ἰδοὺ τοίνυν ὑμῖν ἐν χιτωνίσκῳ γυμνὸς τῶν ὅπλων παρέστηκα, καὶ δίδωμι χρῆσθαι ὅ τι βούλεσθε.᾿ καὶ ἐθαύμασαν αὐτοῦ τὴν γνώμην οἱ Συρακόσιοι, οἳ δὲ καὶ τοὺς ἐπιβουλεύοντας παρέδοσαν αὐτῷ κολάσαι καὶ τὴν ἀρχὴν ἔδωκαν. ὃ δὲ καὶ τούτους εἴασε τῷ δήμῳ τιμωρήσασθαι. καὶ εἰκόνα αὐτοῦ οἱ Συρακόσιοι ἔστησαν ἐν ἀζώστῳ χιτῶνι· καὶ ἦν τοῦτο τῆς δημαγωγίας αὐτοῦ ὑπόμνημα καὶ τοῖς ἐς τὸν μετὰ ταῦτα αἰῶνα μέλλουσιν ἄρχειν δίδαγμα.

38 Ἰσχυρῶς Ὅμηρον ἐθαύμαζεν Ἀλκιβιάδης, καί ποτε διδασκαλείῳ παίδων προσελθὼν ῥαψῳδίαν Ἰλιάδος ᾔτει. τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος ἐντρίψας αὐτῷ κόνδυλον εὖ μάλα στερεὸν παρῆλθεν, ἐνδειξάμενος ὅτι ἐκεῖνος ἀπαίδευτός ἐστι καὶ τοιούτους ἀποφαίνει τοὺς παῖδας.

Οὗτος ἐπὶ κρίσιν καλούμενος θανατικὴν ἐκ Σικελίας ὑπὸ τῶν Ἀθηναίων οὐχ ὑπήκουσεν εἰπὼν ῾εὔηθες τὸν ἔχοντα δίκην ζητεῖν ἀποφυγεῖν, ἐνὸν φυγεῖν.᾿ εἰπόντος δέ τινος ῾οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σοῦ κρίσιν;᾿ ὃ δὲ εἶπεν ῾οὐδὲ τῇ μητρί· δέδοικα γὰρ μὴ ἀγνοήσασα καὶ σφαλεῖσα τοῦ ἀληθοῦς εἶτα τὴν μέλαιναν ἐμβάλῃ ἀντὶ τῆς λευκῆς ψῆφον.᾿ πυθόμενος οὖν ὅτι θάνατος αὐτοῦ κατεγνώσθη ὑπὸ τῶν πολιτῶν, ῾δείξωμεν οὖν᾽ εἶπεν ῾ὅτι ζῶμεν,᾿ καὶ ὁρμήσας πρὸς τοὺς Λακεδαιμονίους τὸν Δεκελεικὸν ἐξῆψε πόλεμον ἐπὶ τοὺς Ἀθηναίους.

Ἔλεγε δὲ μηδὲν παράδοξον ποιεῖν Λακεδαιμονίους