Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/221

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸ δὲ ὑπέρογκον τοῦ σώματος οὐδὲ τοῦτο εἶχε καὶ μάλα γε εἰκότως, ἅτε ἐν τοῖς κυνηγεσίοις καὶ περὶ αὐτὰ τὰ γυμνάσια τὸ πᾶν σῶμα ἐκπονοῦσα. ξανθὴ δὲ ἦν αὐτῆς ἡ κόμη οὔ τι που πολυπραγμοσύνῃ γυναικείᾳ καὶ βαφαῖς ἅμα καὶ φαρμάκοις, ἀλλ᾽ ἦν φύσεως ἔργον ἡ χρόα. πεφοίνικτο δὲ καὶ ὑπὸ τῶν ἡλίων αὐτῇ τὸ πρόσωπον, καὶ ἐρυθήματι ἐῴκει ἄντικρυς. τί δὲ οὕτως ὡραῖον ἂν γένοιτο ἄνθος, ὥσπερ οὖν τὸ πρόσωπον αἰδεῖσθαι πεπαιδευμένης παρθένου; δύο δὲ εἶχεν ἐκπληκτικά, κάλλος ἄμαχον, καὶ σὺν τούτῳ καὶ φοβεῖν ἐδύνατο. οὐδεὶς ἂν ἰδὼν αὐτὴν ἠράσθη ῥᾴθυμος ἄνθρωπος, ἀλλ᾽ οὐδ᾽ ἂν ἐτόλμησεν ἀντιβλέπειν τὴν ἀρχήν· τοσαύτη μετὰ τῆς ὥρας κατέλαμπεν αἴγλη τοὺς ὁρῶντας. δεινὴ δὲ ἦν ἐντυχεῖν τά τε ἄλλα καὶ τῷ σπανίῳ. οὐ γὰρ ἂν αὐτήν τις εὐκόλως εἶδεν· ἀλλ᾽ ἀδοκήτως καὶ ἀπροόπτως ἐπεφάνη διώκουσα θηρίον ἢ ἀμυνομένη τινά, ὥσπερ ἀστὴρ διᾴττουσα, εἶτα ἀπέκρυπτεν αὑτὴν διαθέουσα ἢ δρυμὸν ἢ λόχμην ἤ τι ἄλλο τῶν ἐν ὄρει δάσος. καὶ οἵ ποτέ οἱ τὴν ὅμορον οἰκοῦντες, μεσούσης τῆς νυκτός, ἐρασταὶ θρασεῖς καὶ κωμασταὶ βαρύτατοι, ἐπεκώμασαν δύο τῶν Κενταύρων, Ὑλαῖός τε καὶ Ῥοῖκος. ἦν δὲ ἄρα ὁ κῶμος αὐτῶν οὔτε αὐλητρίδες οὔτε αὐτὰ δήπου τὰ τῶν μειρακίων τῶν κατὰ πόλιν, ἀλλὰ πεῦκαι μὲν ἦσαν, καὶ ταύτας ἐξάψαντες καὶ ἀναφλέξαντες ἐκ τῆς πρώτης τοῦ πυρὸς φαντασίας ἐξέπληξαν ἂν καὶ δῆμον, μήτι γοῦν μίαν παρθένον. κλάδους δὲ πιτύων νεοδρεπεῖς ἀποκλάσαντες, εἶτα τούτοις διαπλέξαντες ἑαυτοὺς εἰργάζοντο στεφάνους. συνεχῶς δὲ καὶ θαμινὰ ἐπικροτοῦντες τοῖς ὅπλοις διὰ τῶν ὀρῶν, συνεκκάοντες καὶ τὰ δένδρα ἐπὶ τὴν παῖδα ἔσπευδον, κακοὶ μνηστῆρες, σὺν ὕβρει καὶ οἴστρῳ τὰ ἕδνα τῶν γάμων