Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/218

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἦγον. Περδίκκας δὲ αὐτὸν διώκειν ἐπεχείρησεν. οὐ τοσοῦτον δὲ ἔμελε τούτῳ τῆς ἐς Ἀλέξανδρον πολυωρίας καὶ. τῆς ἐς τὸν νεκρὸν ὁσίας, ὅσον τὰ προλεχθέντα ὑπὸ τοῦ Ἀριστάνδρου ἀνέφλεγεν αὐτὸν καὶ ἐξῆπτεν. ἐπεὶ δὲ κατέλαβε τὸν Πτολεμαῖον, ὑπὲρ τοῦ νεκροῦ μάχη καρτερὰ πάνυ σφόδρα ἐγένετο, ἀδελφὴ τρόπον τινὰ τῆς ὑπὲρ τοῦ εἰδώλου τοῦ ἐν Τροίᾳ, ὅπερ Ὅμηρος ᾄδει, λέγων ὑπὲρ Αἰνείου τὸν Ἀπόλλωνα ἐς μέσους ἐμβαλεῖν τοὺς ἥρωας. ἀνέστειλε δὲ τὴν ὁρμὴν τοῦ Περδίκκα ὁ Πτολεμαῖος· εἴδωλον γὰρ ποιησάμενος ὅμοιον Ἀλεξάνδρῳ κατεκόσμησεν ἐσθῆτι βασιλικῇ καὶ ἐνταφίοις ἀξιοζήλοις. εἶτα τοῦτο ἀνακαύσας ἐπὶ μίαν τῶν Περσικῶν ἁμαξῶν, τὸ ἐπ᾽ αὐτῆς κατεσκεύασε φέρτρον μεγαλοπρεπῶς ἀργύρῳ καὶ χρυσῷ καὶ ἐλέφαντι· καὶ τὸ μὲν ὄντως Ἀλεξάνδρου σῶμα λιτῶς καὶ ὡς ἔτυχε προύπεμψε κρυπταῖς ὁδοῖς καὶ ἀτρίπτοις. ὁ δὲ Περδίκκας καταλαβὼν τὸ τοῦ νεκροῦ φάσμα καὶ τὴν διασκευασθεῖσαν ἁρμάμαξαν ἀνεστάλη τοῦ δρόμου, οἰόμενος ἔχειν τὸ ἆθλον· ὀψὲ δὲ ἔμαθεν ἀπατηθείς, ἡνίκα διώκειν οὐκ εἶχε.


ΙΓ

1 Λόγος οὗτος Ἀρκαδικὸς ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης. ταύτην ὁ πατὴρ γενομένην ἐξέθηκεν· ἔλεγε γὰρ οὐ θυγατέρων ἀλλ᾽ ἀρρένων δεῖσθαι. ὁ δὲ ἐκθεῖναι λαβὼν οὐκ ἀπέκτεινεν, ἐλθὼν δὲ ἐπὶ τὸ Παρθένιον ὄρος ἔθηκε πηγῆς πλησίον· καὶ ἦν ἐνταῦθα ὕπαντρος πέτρα, καὶ ἐπέκειτο συνηρεφὴς δρυμών. καὶ τοῦ μὲν βρέφους κατεψήφιστο θάνατος, οὐ μὴν