Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/216

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐκ δὴ τούτων πολλοῖς ἐγένετο κατάφωρος μὴ ἀργῶς ἰδὼν τὴν ἄνθρωπον. μάλιστα δὲ αὐτοῦ τὸ πάθος κατέγνω Διογένης ὁ Σινωπεύς, καὶ πρὸς τοὺς πλησίον ῾ὁρᾶτἐ εἶπε ῾τὸν ἀθλητὴν ὑμῶν τὸν μέγαν ὑπὸ παιδίσκης ἐκτραχηλιζόμενον.᾿

59 Πυθαγόρας ἔλεγε δύο ταῦτα ἐκ τῶν θεῶν τοῖς ἀνθρώποις δεδόσθαι κάλλιστα, τό τε ἀληθεύειν καὶ τὸ εὐεργετεῖν· καὶ προσετίθει ὅτι καὶ ἔοικε τοῖς θεῶν ἔργοις ἑκάτερον.

60 Συνουσία ποτὲ ἐγένετο Διονυσίῳ τῷ δευτέρῳ καὶ Φιλίππῳ τῷ Ἀμύντου. πολλοὶ μὲν οὖν ὡς τὸ εἰκὸς καὶ ἄλλοι λόγοι ἐπέρρευσαν, ἐν δὲ τοῖς καὶ ἐκεῖνο ἤρετο ὁ Φίλιππος τὸν Διονύσιον, πῶς τοσαύτην παρὰ τοῦ πατρὸς λαβὼν ἀρχὴν εἶτα οὐ διεσώσατο αὐτήν; ὃ δὲ ἀπεκρίνατο οὐκ ἔξω μέλους ὅτι ῾τὰ μὲν ἄλλα μοι κατέλιπεν ὁ πατήρ, τὴν δὲ τύχην, ᾗ ταῦτα ἐκτήσατο καὶ διεφύλαξεν, οὐκέτι.᾿

61 Θουρίοις ἐπέπλει Διονύσιος, καὶ τριακοσίας ἦγεν ἐπ᾽ αὐτοὺς ναῦς ὁπλιτῶν πεπληρωμένας· βορρᾶς δὲ ἀντιπνεύσας τὰ σκάφη συνέτριψε, καὶ τὴν δύναμιν αὐτοῦ τὴν ναυτικὴν ἠφάνισεν. ἐκ δὴ τούτων οἱ Θούριοι τῷ βορρᾷ ἔθυσαν, καὶ ἐψηφίσαντο εἶναι τὸν ἄνεμον πολίτην, καὶ οἰκίαν αὐτῷ καὶ κλῆρον ἀπεκλήρωσαν, καὶ καθ᾽ ἕκαστον ἔτος ἐπετέλουν αὐτῷ. οὔκουν Ἀθηναῖοι μόνοι κηδεστὴν αὐτὸν ἐνόμιζον, ἀλλὰ καὶ Θούριοι εὐεργέτην αὐτὸν ἐπέγραψαν. Παυσανίας δέ φησιν ὅτι καὶ Μεγαλοπολῖται.

62 Νόμος καὶ οὗτος Περσικός. ἐάν τις μέλλῃ τι τῶν ἀπορρήτων καὶ τῶν ἀμφιλόγων συμβουλεύειν βασιλεῖ, ἐπὶ πλίνθου χρυσῆς ἕστηκε. καὶ ἐὰν δόξῃ παραινεῖν τὰ δέοντα, τὴν πλίνθον λαβὼν ὑπὲρ τῆς συμβουλῆς μισθὸν ἀπέρχεται· μαστιγοῦται δὲ ὅμως,