Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/212

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτοῦ ἀπολιπών. ὃ δὲ ἠκολούθησε καὶ χρεμετίσας ἐπέστρεψεν αὐτόν. καὶ ἐκεῖνος ἐλάβετο αὐτοῦ τῆς χαίτης καὶ ἔμελλεν ἀναβαίνειν, καὶ τῇ χειρὶ αὐτοῦ περιπίπτει μελιττῶν πλῆθος. ἔφασαν οὖν οἱ Γαλεῶται πρὸς τὸν Διονύσιον ἐρόμενον ὑπὲρ τούτων, ὅτι ταῦτα μοναρχίαν δηλοῖ.

47 Διονύσιος ἐλαύνει τῆς Σικελίας Δίωνα, τὴν δὲ γυναῖκα αὐτοῦ Ἀρήτην καὶ τὸν ἐξ αὐτοῦ παῖδα ἐφύλαττεν. ὕστερον δὲ τὴν γυναῖκα ἄκουσαν δορυφόρῳ αὑτοῦ πάντων μάλιστα θεραπευτῇ Τιμοκράτει γυναῖκα δίδωσι· Συρακόσιος δὲ τὸ γένος ἦν. Δίων δὲ παραλαβὼν Συρακούσας, ἀποδράντος ἐς Λοκροὺς Διονυσίου, ἐνταῦθα ἡ μὲν Ἀριστομάχη ἡ τοῦ Δίωνος ἀδελφὴ προσεῖπεν αὐτόν. ἡ δὲ Ἀρήτη εἵπετο δι᾽ αἰδοῦς ἐγκαλυπτομένη καὶ οὐ τολμῶσα προσειπεῖν ὡς ἄνδρα, ἐπεὶ βιασθεῖσα τὸν θεσμὸν τῆς πρὸς αὐτὸν εὐνῆς οὐ διεφύλαξεν. ἐπεὶ δὲ ὑπὲρ αὐτῆς ἀπελογήσατο ἡ Ἀριστομάχη, τὴν ἐκ τοῦ Διονυσίου ἀνάγκην καταλέξασα, ὁ Δίων προσηγάγετο τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ ἐς τὴν οἰκίαν ἔπεμψεν.

48 Ὅτι Ἰνδοὶ τῇ παρά σφισιν ἐπιχωρίῳ φωνῇ τὰ Ὁμήρου μεταγράψαντες ᾄδουσιν οὐ μόνοι ἀλλὰ καὶ οἱ Περσῶν βασιλεῖς, εἴ τι χρὴ πιστεύειν τοῖς ὑπὲρ τούτων ἱστοροῦσιν.

49 Φωκίων ὁ τοῦ Φώκου πολλάκις στρατηγήσας κατεγνώσθη θάνατον, καὶ ἦν ἐν τῷ δεσμωτηρίῳ καὶ ἔμελλε πιεῖσθαι τὸ κώνειον. ἐπεὶ δὲ ὤρεξεν ὁ δήμιος τὴν κύλικα, οἱ προσήκοντες ἤροντο εἴ τι λέγοι πρὸς τὸν υἱόν. ὃ δὲ ῾ἐπισκήπτω αὐτῷ μηδὲν Ἀθηναίοις μνησικακεῖν ὑπὲρ τῆς παρ᾽ αὐτῶν φιλοτησίας, ἣν νῦν πίνω.᾿ ὅστις δὲ οὐκ ἐπαινεῖ καὶ ὑπερθαυμάζει τὸν ἄνδρα, δοκεῖ μοι μέγα ὁ τοιοῦτος ἐννοεῖν οὐδέν.