Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/210

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔτεσι διαζωγραφῶν ἐξετέλεσεν. ὃν Ἀπελλῆς ἰδὼν τὰ μὲν πρῶτα ἔστη ἄφωνος, ἐκπλαγεὶς ἐπὶ τῇ παραδόξῳ θέᾳ, εἶτα ἔφη ῾καὶ ὁ πόνος μέγας καὶ ὁ τεχνίτης· ἀπολείπεταί γε μὴν τῆς χειρουργίας ἡ χάρις, ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει.᾿

42 Κῦρον τὸν Μανδάνης ἔθρεψέ φασι κύων, Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους ἔλαφος, Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος· ἀλλὰ καὶ τὸν Ἀλόπης. Ἀλέξανδρον τὸν Πριάμου ὑπὸ ἄρκτου φασὶ τραφῆναι, Αἴγισθον δὲ τὸν Θυέστου καὶ Πελοπίας ὑπὸ αἰγός.

43 Δαρεῖον ἀκούω τὸν Ὑστάσπου φαρετροφόρον Κύρου γενέσθαι. ὁ δὲ τελευταῖος Δαρεῖος, ὁ ὑπὸ Ἀλεξάνδρου νικηθεὶς, δοῦλος ἦν. Ἀρχέλαος δὲ ὁ Μακεδόνων βασιλεὺς δούλης υἱὸς ἦν τῆς Σιμίχης. Μενέλαος ὁ Φιλίππου πάππος ἐς τοὺς νόθους ἐτέλει. ὁ δὲ τούτου υἱὸς Ἀμύντας ὑπηρέτης Ἀερόπου καὶ δοῦλος ἐπεπίστευτο. Περσεὺς δέ, ὃν καθεῖλε Παῦλος ὁ Ῥωμαῖος, Ἀργεῖος μὲν γένος ἦν, ἀδόξου δέ τινος υἱός. Εὐμένης δὲ πατρὸς ἀπόρου καὶ τυμβαύλου πεπίστευται γενέσθαι. Ἀντίγονος ὁ Φιλίππου, ὁ καὶ ἑτερόφθαλμος καὶ ἐκ τούτου Κύκλωψ προσαγορευθείς, αὐτουργὸς ἦν. Πολυσπέρχων δὲ ἐλῄστευε. Θεμιστοκλῆς δέ, ὁ τοὺς βαρβάρους καταναυμαχήσας καὶ μόνος συνεὶς τὰς τῶν θεῶν ἐν τοῖς χρησμοῖς φωνάς, Θρᾴττης υἱὸς ἦν, καὶ ἐκαλεῖτο ἡ μήτηρ αὐτοῦ Ἀβρότονον. Φωκίων δὲ ὁ Χρηστὸς ἐπικληθεὶς πατρὸς μὲν δοίδυκας ἐργαζομένου ἦν, Δημήτριον δὲ τὸν Φαληρέα οἰκότριβα γενέσθαι λέγουσιν ἐκ τῆς οἰκίας τῆς Τιμοθέου καὶ Κόνωνος. Ὑπερβόλου δὲ καὶ Κλεοφῶντος καὶ Δημάδου, καίτοι προστατῶν γενομένων τοῦ δήμου τῶν Ἀθηναίων, οὐδεὶς ἂν εἴποι ῥᾳδίως τοὺς πατέρας. Καλλικρατίδας γε μὴν καὶ Γύλιππος καὶ