Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/204

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀναγράφει. πυνθάνομαι δὲ ὅτι καὶ ἑτέρα ἐν τῇ Λέσβῳ ἐγένετο Σαπφώ, ἑταίρα, οὐ ποιήτρια.

20 Λέγει Ἡσίοδος, τὴν ἀηδόνα μόνην ὀρνίθων ἀμοιρεῖν ὕπνου καὶ διὰ τέλους ἀγρυπνεῖν. τὴν δὲ χελιδόνα οὐκ ἐς τὸ παντελὲς ἀγρυπνεῖν καὶ ταύτην, ἀποβεβληκέναι δὲ τοῦ ὕπνου τὸ ἥμισυ. τιμωρίαν δὲ ἄρα ταύτην ἐκτίνουσι διὰ τὸ πάθος τὸ ἐν Θρᾴκῃ κατατολμηθὲν τὸ ἐς τὸ δεῖπνον ἐκεῖνο τὸ ἄθεσμον.

21 Αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὑτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλὰ αὗταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν. καὶ εἰ ἦν πλείω τὰ ἐναντία, αἳ δὲ γαυρούμεναι καὶ σεμνὸν ἅμα καὶ βλοσυρὸν ὁρῶσαι τοὺς παῖδας ἐς τὰς τὰς πατρῴας ἔφερον ταφάς· εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδούμεναι καὶ θρηνοῦσαι καὶ ὡς ἔνι μάλιστα λαθεῖν σπεύδουσαι ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι, ἢ λάθρᾳ ἐς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.

22 Τιτόρμῳ φασὶ τῷ βουκόλῳ περιτυχεῖν τὸν Κροτωνιάτην Μίλωνα, μεγαλοφρονοῦντα διὰ τὴν ῥώμην τοῦ σώματος. θεασάμενος οὖν μέγαν τὸν Τίτορμον τὸ σῶμα ἰδεῖν, ἐβούλετο λαβεῖν αὐτοῦ ἰσχύος πεῖραν. ὁ δὲ Τίτορμος ἔλεγε μηδὲν μέγα ἰσχύειν, καταβὰς δὲ ἐς τὸν Εὔηνον καὶ θοιμάτιον ἀποδὺς λίθον λαμβάνει μέγιστον, καὶ πρῶτον μὲν ἕλκει αὐτὸν πρὸς ἑαυτόν, εἶτα ἀπωθεῖ, καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε, καὶ μετὰ ταῦτα αὐτὸν ἦρεν ἕως ἐς τὰ γόνατα, καὶ τέλος ἀράμενος ἐπὶ τῶν ὤμων ἔφερεν ὅσον ἐπ᾽ ὀργυιὰς ὀκτὼ καὶ ἔρριψεν· ὁ δὲ Κροτωνιάτης Μίλων μόλις τὸν λίθον ἐκίνησεν. εἶτα ἐπὶ τὴν ἀγέλην ἦλθε, καὶ στὰς ἐν μέσῳ τὸν μέγιστον ταῦρον ἄγριον ὄντα λαμ-