Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/195

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ κάλλιστα διεσκευασμέναι· αἱ μὲν γὰρ τρεῖς ὑπὸ τῶν οἰκείων γυναικῶν, αἳ ἔτυχον αὐταῖς συνανελθοῦσαι, διαπεπλεγμέναι τε ἦσαν τὰς κόμας καὶ διαπεποικιλμέναι τὰ πρόσωπα ἐντρίψεσι καὶ φαρμάκοις. ἦσαν δὲ καὶ ὑπὸ τῶν τροφέων δεδιδαγμέναι ὅπως τε ὑποδραμεῖν χρὴ τὸν Κῦρον καὶ τίνα τρόπον θωπεῦσαι, καὶ προσιόντα μὴ ἀποστραφῆναι καὶ ἁπτομένου μὴ δυσχερᾶναι καὶ φιλοῦντος ὑπομεῖναι, ἑταιρικὰ εὖ μάλα μαθήματα καὶ διδάγματα καὶ γυναικῶν καπηλικῶς τῷ κάλλει χρωμένων ἔργα. ἔσπευδον οὖν ἄλλη ἄλλην ὑπερβαλέσθαι τῷ κάλλει. ἡ δὲ Ἀσπασία οὔτε ἐνδῦναι πολυτελῆ χιτῶνα ἐβούλετο, οὔτε περίβλημα περιβαλέσθαι ποικίλον ἠξίου, οὔτε λούσασθαι ὑπέμενεν, ἀνευφημήσασα δὲ θεοὺς πάντας ἐκάλει Ἑλληνίους καὶ Ἐλευθερίους τοὺς αὐτούς, καὶ τὸ τοῦ πατρὸς ὄνομα ἐβόα, καὶ κατηρᾶτο ἑαυτῇ καὶ τῷ πατρί, δουλείαν σαφῆ καὶ ὡμολογημένην ὑπομένειν πιστεύουσα τὴν ἔξω τῆς συνηθείας περὶ τὸ σῶμα στολήν τε ἅμα καὶ περίεργον κατασκευήν. ῥαπισθεῖσα δὲ πρὸς ἀνάγκην ἐνέδυ, καὶ εἶκε τοῖς ἐπιτάγμασιν, ἀλγοῦσα ὅμως ὅτι οὐ παρθενικὰ ἀλλ᾽ ἑταιρικὰ πράττειν ἐβιάζετο. αἱ μὲν οὖν ἄλλαι παρελθοῦσαι ἀντέβλεπον τῷ Κύρῳ καὶ ὑπεμειδίων καὶ φαιδρότητα προσεποιοῦντο· ἥ γε μὴν Ἀσπασία ἑώρα κάτω, καὶ ἐρυθημάτων εὖ μάλα φλογωδῶν ἐνεπίμπλατο αὐτῆς τὸ πρόσωπον, καὶ ἐπεπλήρωντο οἱ ὀφθαλμοὶ δακρύων, καὶ ἐκ παντὸς τοῦ τρόπου δήλη ἦν αἰδουμένη. ἐπεὶ δὲ ἐκέλευσε πλησίον αὑτοῦ τὰς ἀνθρώπους καθίσαι, αἳ μὲν ἐπείσθησαν καὶ πάνυ εὐκόλως, ἡ δὲ Φωκαῒς τῷ προστάγματι οὐδὲν προσεῖχεν, ἕως αὐτὴν ὁ ἀγαγὼν σατράπης πρὸς βίαν ἐκάθισεν. ἁπτομένου δὲ τοῦ Κύρου καὶ διασκοποῦντος τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τὰς παρειὰς καὶ