Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/193

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΒ

Ἀσπασία ἡ Ἑρμοτίμου θυγάτηρ ἡ Φωκαῒς ἐτράφη ἐν ὀρφανίᾳ, τῆς μητρὸς αὐτῆς ἀποθανούσης ἐν ὠδῖσιν. ἐκ δὴ τούτων ἐν πενίᾳ μὲν ἐτράφη ἡ Ἀσπασία, σωφρόνως μέντοι καὶ καρτερῶς. ὄνειρος δὲ αὐτῇ συνεχῶς ἐπεφοίτα καὶ ἐμαντεύετο αὐτῇ χρηστά, τὴν μέλλουσαν αὐτῆς τύχην ὑπαινιττόμενος, ὅτι καλῷ καὶ ἀγαθῷ συνέσται ἀνδρί. παῖς δ᾽ ἔτι οὖσα, γίνεται αὐτῇ κατὰ τοῦ προσώπου φῦμα ὑπ᾽ αὐτὸ τὸ γένειον, καὶ ἦν ἰδεῖν μοχθηρὸν καὶ ἐλύπει τόν τε πατέρα καὶ τὴν παῖδα. δείκνυσιν οὖν αὐτὴν ὁ πατὴρ ἰατρῷ· ὃ δὲ ὑπέσχετο ἰάσασθαι, εἰ λάβοι τρεῖς στατῆρας. ὃ δὲ ἔφατο μὴ ἔχειν, ὁ δὲ ἰατρὸς μηδὲ αὐτὸς εὐπορεῖν φαρμάκου φησί. καὶ ἠνιᾶτο ὥσπερ εἰκὸς ἐπὶ τούτοις ἡ Ἀσπασία καὶ ἀπελθοῦσα ἔξω ἔκλαεν· ἔχουσα δ᾽ ἐν τοῖς γόνασι κάτοπτρον καὶ ὁρῶσα ἑαυτὴν ἐν αὐτῷ σφόδρα ἤλγει. ἀδείπνῳ δὲ οὔσῃ ὑπὸ τῆς ἀνίας ἀφίκετό οἱ εὖ μάλα εὔκαιρος ὕπνος, καὶ ἅμα τῷ ὕπνῳ περιστερὰ παραγίνεται, καὶ γενομένη γυνὴ ῾θάρρεἰ εἶπε ῾καὶ μακρὰν χαίρειν εἰποῦσα ἰατροῖς τε αὐτοῖς καὶ φαρμάκοις, σὺ δὲ τῶν τῆς Ἀφροδίτης στεφάνων τῶν ῥοδίνων ὅσοι ἂν ὦσιν ἤδη αὖοι τρίβουσα ἐπίπαττε τῷ φύματι.᾿ ταῦτα ἀκούσασα ἡ παῖς καὶ δράσασα, τὸ φῦμα ἠφανίσθη· καὶ ἡ Ἀσπασία καλλίστη τῶν συμπαρθένων ἦν αὖθις, παρὰ τῆς καλλίστης τῶν θεῶν τὴν ὥραν ἀπολαβοῦσα. καὶ χαρίτων μὲν ἀφθονίαν εἶχεν, ὡς οὐκ ἄλλη παρθένος τῶν τότε· ἦν δὲ καὶ τὴν κόμην ξανθὴ καὶ οὔλη τὰς τρίχας ἠρέμα, ὀφθαλμοὺς δὲ εἶχε μεγίστους, ὀλίγον δὲ ἦν καὶ ἐπίγρυπος, τὰ δὲ ὦτα εἶχε βραχύτατα. ἦν δὲ αὐτῇ καὶ δέρμα ἁπαλόν.