Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/183

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ναῦν, ἄτοπον λέγοντες εἶναι δύο μὲν πηδάλια ἔχειν, τὸν δὲ λυσιτελέστατον τοῖς ἐμπλέουσι καὶ τὴν ἀρχὴν ἔχοντα τῆς νεὼς ἔρημον εἶναι καὶ μόνον διαδόχου καὶ κοινωνοῦ.

41 Ἔν τινί φασι συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφόν τι εἰπεῖν, ὃ δὲ γελάσας ὁ Κεῖος ῾μέμνησὀ εἶπεν ῾ἄνθρωπος ὤν.᾿ τοῦτο παραχρῆμα μὲν ἐξεφαύλισε Παυσανίας καὶ παρ᾽ οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη ἐς τὸν τοῦ μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. ἐπεὶ δὲ ἦν πρὸς τῇ Χαλκιοίκῳ, καὶ διεπάλαιε τῷ λιμῷ καὶ ἔμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τηνικαῦτα ἐμνήσθη τοῦ Σιμωνίδου καὶ ἐξεβόησεν ἐς τρὶς ῾ὦ ξένε Κεῖε, μέγα τι ἄρα χρῆμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπ᾽ ἀνοίας οὐδὲν αὐτὸν ᾤμην εἶναι.᾿

42 Ἀρταξέρξου ἀποκτείναντος τὸν πρεσβύτερον υἱὸν Δαρεῖον ἐπιβουλεύοντα, ὁ δεύτερος ἀξιοῦντος τοῦ πατρὸς σπασάμενος τὸν ἀκινάκην ἑαυτὸν πρὸ τῶν βασιλείων ἀπέκτεινεν.


Ι

1 Φερενίκη τὸν υἱὸν ἦγεν ἐς Ὀλύμπια ἀθλεῖν. κωλυόντων δὲ αὐτὴν τῶν Ἑλλανοδικῶν τὸν ἀγῶνα θεάσασθαι, παρελθοῦσα ἐδικαιολογήσατο πατέρα μὲν Ὀλυμπιονίκην ἔχειν καὶ τρεῖς ἀδελφοὺς καὶ αὐτὴ παῖδα Ὀλυμπίων ἀγωνιστήν· καὶ ἐξενίκησε τὸν δῆ-