Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/178

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ὁ δὲ αὐτὸς ἔλεγεν, εἴ μοί τις ὁδοὺς δύο δείξειε, τὴν μὲν ἐς ᾄδου φέρουσαν, τὴν δὲ ἐπὶ τὸ βῆμα, ἥδιον ἂν τὴν ἑτέραν ἦλθον τὴν εὐθὺ τοῦ ᾄδου.

19 Ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένη ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος ῾ αἰσχύνᾐ ἔφη, Δ̔ημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθ᾽ ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι,᾿ τοὺς δημότας λέγων καὶ τοὺς καθ᾽ ἕνα· δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί.

20 Πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων ῾ὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;᾿ ὃ δὲ ῾καὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.᾿

21 Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο ῾ὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;᾿ καὶ μετ᾽ οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς.

22 Λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί.

23 Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὑ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος ῾μήτε ὡς βοηλάτην μἐ ἔφη ῾θεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,᾿ διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.