Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/161

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λέα τὸν ἐκείνου. βιαιότερον δὲ καὶ θερμότερον ἐκείνου ἔδρασεν οὗτος, τὴν τῶν Ἐκβατάνων ἀκρόπολιν περικείρας. μέχρι μὲν οὖν τῆς κόμης τῆς ἑαυτοῦ Ἑλληνικὰ ἐδόκει μοι δρᾶν· ἐπιχειρήσας δὲ τοῖς τείχεσιν, ἀλλ᾽ ἐνταῦθα ἐπένθει βαρβαρικῶς Ἀλέξανδρος ἤδη, καὶ τὰ κατὰ τὴν στολὴν ἤμειψε, θυμῷ καὶ ἔρωτι ἐπιτρέπων πάντα καὶ δακρύοις.

Ὅτι Ἡφαιστίων ἐς Ἐκβάτανα ἀπέθανε. διαρρεῖ δὲ λόγος Ἡφαιστίωνι μὲν ταῦτα εὐτρεπισθῆναι νεκρῷ, Ἀλέξανδρον δὲ αὐτοῖς ἀποθανόντα χρήσασθαι· μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλέξάνδρου θάνατον.

9 Εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη ῾ἐμοὶ μὲν δοκεἶ, εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει, καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ ταραντινιδίου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὲν τοῖς παροῦσιν.

10 Τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη ῾ὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον βαδίζεις;᾿

11 Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσίν.

12 Δεῖ τοὺς παῖδας τοῖς ἀστραγάλοις ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις. οἳ μὲν Λυσάνδρου εἶναι λέγουσι τὸν λόγον, οἳ δὲ Φιλίππου τοῦ Μακεδόνος. ὁποτέρου δ᾽ ἂν ᾖ, οὐκ ὀρθῶς λέγεται κατά γε τὴν ἐμὴν κρίσιν. καὶ ἴσως οὐ παράδοξον εἰ μὴ τὰ αὐτὰ ἀρέσκει ἐμοὶ καὶ Λυσάνδρῳ· ὃ μὲν γὰρ ἐτυράννει, ἐγὼ δὲ ὡς φρονῶ δῆλον ἐξ ὧν μὴ τὸ λεχθὲν ἀρέσκει με.