Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/156

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βούλευσεν αὐτῷ Βαγώας ὁ εὐνοῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναιρεθέντα καὶ κατακοπέντα τοῖς αἰλούροις παραβληθῆναι· ἐτάφη δέ τις ἄλλος ἀντ᾽ αὐτοῦ καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. τῷ δὲ Βαγώᾳ οὐκ ἀπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον, ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαιρῶν ἐποίησε, τὸ φονικὸν αὐτοῦ ἐνδεικνύμενος διὰ τούτων. ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἆπιν ἐν Αἰγύπτῳ γευόμενος ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.

9 Ἐπεὶ καὶ ἐκ τῶν Ὁμήρου ποιημάτων ἧκεν ἐς Δελφοὺς λέγουσα δόξα παλαιόπλουτον εἶναι τὸ τοῦ Ἀπόλλωνος χωρίον ἐν τοῖς ἔπεσιν ἐκείνοις

οὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ,

τοὺς Δελφοὺς ἐπιχειρῆσαι διασκάπτειν λόγος ἔχει τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα, γενομένων δὲ σεισμῶν περὶ τὸ μαντεῖον ἀνδρικῶν παύσασθαι σωφρονήσαντας.

10 Περικλῆς στρατηγῶν Ἀθηναίοις νόμον ἔγραψεν, ἐὰν μὴ τύχῃ τις ἐξ ἀμφοῖν ὑπάρχων ἀστῶν, τούτῳ μὴ μετεῖναι τῆς πολιτείας. μετῆλθε δὲ ἄρα αὐτὸν ἡ ἐκ τοῦ νόμου νέμεσις. οἱ γὰρ δύο παῖδες, οἵπερ οὖν ἤστην αὐτῷ, Πάραλός τε καὶ Ξάνθιππος, ἀλλὰ οὗτοι μὲν κατὰ τὴν νόσον τὴν δημοσίαν ἀπέθανον, κατελείφθη δὲ ὁ Περικλῆς ἐπὶ τοῖς νόθοις, οἵπερ οὖν οὐ μετέσχον τῆς πολιτείας κατὰ τὸν πατρῷον νόμον.

11 Γέλων ἐν Ἱμέρᾳ νικήσας Καρχηδονίους, πᾶσαν ὑφ᾽ ἑαυτὸν τὴν Σικελίαν ἐποιήσατο. εἶτα ἐλθὼν ἐς τὴν ἀγορὰν γυμνὸς ἔφατο ἀποδιδόναι τοῖς πολίταις τὴν ἀρχήν· οἳ δὲ οὐκ ἤθελον, δηλονότι πεπειραμένοι αὐτοῦ δημοτικωτέρου ἢ κατὰ τὴν τῶν μονάρχων