Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/155

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῦ βίου καταστροφὴν ἀνεφάνη πένης ὤν, ὃ δὲ ἀνεδύετο ὁ ἐγγυησάμενος, οὐδὲ ἔφασκεν ἄξεσθαι γυναῖκα. ἐπὶ τούτοις οἱ ἔφοροι τὸν ἄνδρα ἐζημίωσαν· οὔτε γὰρ Λακωνικὰ ἐφρόνει οὔτε ἄλλως Ἑλληνικά, φίλου τε ἀποθανόντος ἀμνημονῶν καὶ τῶν συνθηκῶν τὸν πλοῦτον προτιμῶν.

5 Ὅτι Ἀθηναῖοι τοὺς ἐς Ἀρκαδίαν ἀποσταλέντας πρεσβευτάς, ἐπεὶ ἑτέραν ὁδὸν ἦλθον καὶ οὐ τὴν προστεταγμένην, καίτοι κατορθώσαντας, ὅμως ἀπέκτειναν.

6 Ἡ γὰρ οὐ καὶ ταῦτα Λακωνικά; νόμος ἐστὶ τοῖς Σπαρτιάταις τὸν παρασχόμενον υἱοὺς τρεῖς ἀτέλειαν ἔχειν φρουρᾶς, τὸν δὲ πέντε πασῶν τῶν λειτουργιῶν ἀφεῖσθαι. γαμεῖν δὲ ἀπροίκους ἔτι. βάναυσον δὲ εἰδέναι τέχνην ἄνδρα Λακεδαιμόνιον οὐκ ἐξῆν. φοινικίδα δὲ ἀμπέχεσθαι κατὰ τὰς μάχας ἀνάγκη ἦν· ἔχειν δὲ τὴν χρόαν καὶ σεμνότητός τι· πρὸς ταύτῃ γε μὴν καὶ τὴν ῥύσιν τοῦ ἐπιγενομένου αἵματος ἐκ τῶν τραυμάτων ἔτι μᾶλλον ἐκπλήττειν τοὺς ἀντιπάλους, βαθυτέρας τῆς ὄψεως γινομένης καὶ φοβερωτέρας μᾶλλον.

Ὅτι οὐκ ἐξῆν ἀνδρὶ Λάκωνι οὐδὲ σκυλεῦσαι τὸν πολέμιον. οἱ δὲ καλῶς ἀγωνισάμενοι καὶ ἀποθανόντες θαλλοῖς ἀνεδοῦντο καὶ κλάδοις ἑτέροις, καὶ δι᾽ ἐπαίνων ἤγοντο· οἱ δὲ τελέως ἀριστεύσαντες καὶ φοινικίδος αὐτοῖς ἐπιβληθείσης ἐνδόξως ἐθάπτοντο.

7 Ὅτε οἱ Λακεδαιμόνιοι τοὺς ἐκ Ταινάρου ἱκέτας παρασπονδήσαντες ἀνέστησαν καὶ ἀπέκτειναν (ἦσαν δὲ οἱ ἱκέται τῶν εἱλώτων), κατὰ μῆνιν τοῦ Ποσειδῶνος σεισμὸς ἐπιπεσὼν τῇ Σπάρτῃ τὴν πόλιν ἀνδρειότατα κατέσεισεν, ὡς πέντε μόνας ἀπολειφθῆναι οἰκίας ἐξ ἁπάσης τῆς πόλεως.

8 Ἀρταξέρξην τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπε-