Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/148

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ δὴ καὶ τοῦτο, μηδενὶ τῶν θεῶν θῦσαι, καὶ ὅμως οὐδὲν ἧττον ἡδέως βεβιωκέναι καὶ ἀλύπως, οὐ μεῖον τῶν ἑκατόμβας καταθυόντων. ὑπὲρ ταύτης οὖν τῆς κουφολογίας βαρυτάτην ζημίαν ἐξέτισεν.

29 Οὐ γὰρ δὴ δύναμαι πείθειν ἐμαυτὸν μὴ γελᾶν ἐπ᾽ Ἀλεξάνδρῳ τῷ Φιλίππου, εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο μηδὲ τοῦ ἑνὸς καὶ κοινοῦ κρατῶν. πόσον δ᾽ ἂν ἐπ᾽ αὐτῷ Δημόκριτος ἐγέλασεν αὐτός, τί δεῖ καὶ λέγειν, ᾧ ἔργον τοῦτο ἦν;


Ε

1 Ταχὼς ὁ Αἰγύπτιος ἕως μὲν ἐχρῆτο τῇ ἐπιχωρίῳ διαίτῃ καὶ εὐτελῶς διεβίω, ὑγιεινότατα ἀνθρώπων διῆγεν· ἐπεὶ δὲ ἐς Πέρσας ἀφίκετο καὶ ἐς τὴν ἐκείνων τρυφὴν ἐξέπεσε, τὸ ἄηθες τῶν σιτίων οὐκ ἐνεγκών, ὑπὸ δυσεντερίας τὸν βίον κατέστρεψε, τῆς τρυφῆς ἀλλαξάμενος θάνατον.

2 Ὅτι Φερεκύδης ὁ Πυθαγόρου διδάσκαλος ἐμπεσὼν ἐς τὴν ἀρρωστίαν πρῶτον μὲν ἵδρου ἱδρῶτα θερμὸν ἰξώδη ὅμοιον ὡς μύξαις, ὕστερον δὲ θηριώδη, μετὰ δὲ ἐφθειρίασε. καὶ διαλυομένων τῶν σαρκῶν ἐς τοὺς φθεῖρας ἐπεγένετο τῆξις, καὶ οὕτω τὸν βίον μετήλλαξεν.

3 Ἀριστοτέλης τὰς νῦν Ἡρακλείους στήλας καλουμένας, πρὶν ἢ κληθῆναι τοῦτο, φησὶ Βριάρεω καλεῖσθαι αὐτάς· ἐπεὶ δ᾽ ἐκάθηρε γῆν καὶ θάλατταν Ἡρακλῆς καὶ ἀναμφιλόγως εὐεργέτης ἐγένετο τῶν ἀνθρώπων,