Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/122

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῇ μὲν Ἀθηναίων πολιτείᾳ οὐκ ἠρέσκετο· τυραννικὴν γὰρ καὶ μοναρχικὴν ἑώρα τὴν δημοκρατίαν οὖσαν· καὶ διὰ ταῦτα οὔτε ἐπεψήφισεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν θάνατον, ἀλλ᾽ οὐδὲ τοῖς τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. ἔνθα δὲ ἐχρῆν ὑπὲρ τῆς πατρίδος ἀγωνίζεσθαι, ἀλλ᾽ ἐνταῦθά γε ἀπροφάσιστος ἐκεῖνος στρατιωτὴς ἦν. ἐστρατεύσατο γοῦν ἐπὶ Δήλιον, καὶ ἐς Ἀμφίπολιν καὶ ἐς Ποτίδαιαν. Ἀριστοτέλης δὲ τὴν ἑαυτοῦ πατρίδα οὐ τὸ λεγόμενον δὴ τοῦτο ἐς γόνυ πεσοῦσαν ἀλλ᾽ ἐπὶ στόμα ἀνέστησεν αὖθις. Δημήτριος δὲ ὁ Φαληρεὺς καὶ Ἀθήνησιν ἐπιφανέστατα ἐπολιτεύσατο, ἔστ᾽ αὐτὸν ὁ συνήθης Ἀθηναίοις φθόνος ἐξέωσε· καὶ ἐν Αἰγύπτῳ δὲ συνὼν τῷ Πτολεμαίῳ νομοθεσίας ἦρξε. τίς δὲ ἀντιφήσει καὶ Περικλέα τὸν Ξανθίππου φιλόσοφον γενέσθαι καὶ Ἐπαμεινώνδαν τὸν Πολύμνιδος καὶ Φωκίωνα τὸν Φώκου καὶ Ἀριστείδην τὸν Λυσιμάχου καὶ Ἐφιάλτην τὸν Σοφωνίδου καὶ ἔτι κάτω τοῦ χρόνου Καρνεάδην καὶ Κριτόλαον, εἴ γε ἐς τὴν Ῥώμην ἀφίκοντο ἐκεῖνοι ὑπὲρ τῶν Ἀθηναίων πρεσβεύοντες, καὶ αὐτοῖς σωτηρίαν εὕραντο; οἵπερ οὖν ἐς τοσοῦτον ἐνέτρεψαν τὴν σύγκλητον βουλήν, ὡς εἰπεῖν αὐτοὺς ῾ἔπεμψαν Ἀθηναῖοι πρεσβεύοντας οὐ τοὺς πείσοντας ἀλλὰ γὰρ τοὺς βιασομένους ἡμᾶς δρᾶσαι ὅσα θέλουσιν.᾿ ἐγὼ δὲ πολιτείαν φαίην ἂν καὶ τὸ Περσαίου, εἴ γε Ἀντίγονον ἐπαίδευσε, καὶ τὸ Ἀριστοτέλους, ἐπεὶ καὶ αὐτὸς σὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου νέῳ ὄντι φιλοσοφῶν ἦν δῆλος. καὶ Λῦσις δὲ ὁ γνώριμος ὁ Πυθαγόρου καὶ αὐτὸς Ἐπαμεινώνδαν ἐξεπαίδευσεν. εἴ τις οὖν ἀπράκτους λέγει τοὺς φιλοσόφους, ἀλλὰ εὐήθη γε αὐτοῦ καὶ ἀνόητα ταῦτα· ἐγὼ μὲν γὰρ τὴν σὺν αὐτοῖς ἀπραγμοσύνην καὶ τὸν τῆς ἡσυχίας ἔρωτα κἂν ἁρπάσαιμι ἐπιδραμών.