Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/117

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὃ δὲ μηδὲν διαταραχθεὶς εἶπεν ῾ᾔδειν θνητοὺς γεγεννηκώς.᾿

3 Ξενοφῶντι θύοντι ἧκέ τις ἐκ Μαντινείας ἄγγελος, λέγων τὸν υἱὸν αὐτοῦ τὸν Γρύλλον τεθνάναι· κἀκεῖνος ἀπέθετό μὲν τὸν στέφανον, διετέλει δὲ θύων. ἐπεὶ δὲ ὁ ἄγγελος προσέθηκε τῷ πρότερον λόγῳ καὶ ἐκεῖνον τὸν λέγοντα ὅτι νικῶν μέντοι τέθνηκε, πάλιν ὁ Ξενοφῶν ἐπέθετο τῇ κεφαλῇ τὸν στέφανον. ταῦτα μὲν οὖν δημώδη καὶ ἐς πολλοὺς ἐκπεφοίτηκεν.

4 Δίων δὲ ὁ Ἱππαρίνου μὲν παῖς Πλάτωνος δὲ ὁμιλητὴς ἔτυχε μὲν χρηματίζων ὑπέρ τινων δημοσίων καὶ κοινῶν πραγμάτων, ὁ δὲ παῖς αὐτοῦ ἐκ τοῦ τέγους κατενεχθεὶς ἐς τὴν αὐλὴν τὸν βίον κατέστρεψεν. οὐδὲν οὖν ἐπὶ τούτοις μετεβάλετο ὁ Δίων, ἀλλ᾽ ὅπερ οὖν ἐξ ἀρχῆς ἔπραττε, τοῦτο καὶ δρῶν διετέλεσεν.

5 Ἀντίγονόν γε μήν φασι τὸν δεύτερον ἐπεί τινες τὸν υἱὸν αὐτῷ ἐκ τῆς παρατάξεως ἐκόμισαν νεκρόν, εἶδε μὲν αὐτόν, οὐδὲν δὲ τρέψας τοῦ χρωτός, οὐδὲ μὴν ἐπιδακρύσας, ἐπαινέσας δὲ ὡς ἀγαθὸν στρατιώτην, θάπτειν προσέταξεν.

6 Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὣν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ ἐς πάντας ἐξεφοίτησε· τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον· ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη ῾οὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει ἄλλος.᾿

7 Δημοχάρης ὁ τοῦ Δημοσθένους ἀδελφιδοῦς ἐπιδεῖξαι βουλόμενος ὅτι τῆς ἐκ τῶν πολλῶν κακοφημίας ὑπερφρονεῖ, θεασάμενός τινας καθεζομένους ἐν ἰατρείῳ ψογεροὺς καὶ κακῶς ἀγορεύειν ἐκ παντὸς τρό-