Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/108

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι καὶ εἶναι θεοὺς καὶ προνοεῖν ἡμῶν καὶ προσημαίνειν τὰ μέλλοντα καὶ διὰ ὀρνίθων καὶ διὰ συμβόλων καὶ διὰ σπλάγχνων καὶ δι᾽ ἄλλων τινῶν μαθημάτων τε καὶ διδαγμάτων· ἅπερ οὖν ἐστι τοῖς ἀνθρώποις διδασκαλικὰ ἐκ τῆς παρὰ τῶν θεῶν ἐς αὐτοὺς προνοίας. καὶ δι᾽ ὀνείρων δὲ λέγουσι καὶ δι᾽ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι. καὶ ὑπὲρ τούτων ἰσχυρὰν ἔχοντες τὴν πίστιν θύουσί τε καθαρῶς καὶ ἁγνεύουσιν ὁσίως, καὶ τελετὰς τελοῦσι καὶ ὀργίων φυλάττουσι νόμον, καὶ τὰ ἄλλα πράττουσιν, ἐξ ὧν ὅτι τοὺς θεοὺς ἰσχυρῶς καὶ σέβουσι καὶ τιμῶσιν ὡμολόγηται.

32 Λέγουσί τινες λόγοι Πυθικοὶ τὸν Ἡρακλῆ τὸν Διὸς καὶ Ἀλκμήνης παῖδα ἀπὸ γενεᾶς Ἀλκαῖον κεκλῆσθαι, χρόνῳ δὲ ὕστερον ἐλθόντα ἐς Δελφοὺς διά τινα αἰτίαν δεόμενον χρησμοῦ μήτε ὧν ἧκε χάριν ἀμοιρῆσαι, προσακοῦσαί τε ἐκείνοις καὶ ἰδίᾳ παρὰ τοῦ θεοῦ ταῦτα

Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει·
ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις.

33 Τὴν τῶν ποταμῶν φύσιν καὶ τὰ ῥεῖθρα αὐτῶν ὁρῶμεν· ὅμως δὲ οἱ τιμῶντες αὐτοὺς καὶ τὰ ἀγάλματα αὐτῶν ἐργαζόμενοι οἳ μὲν ἀνθρωπομόρφους αὐτοὺς ἱδρύσαντο, οἳ δὲ βοῶν εἶδος αὐτοῖς περιέθηκαν. βουσὶ μὲν οὖν εἰκάζουσιν οἱ Στυμφάλιοι μὲν τὸν Ἐρασῖνον καὶ τὸν Μετώπην, Λακεδαιμόνιοι δὲ τὸν Εὐρώταν, Σικυώνιοι δὲ καὶ Φλιάσιοι τὸν Ἀσωπόν, Ἀργεῖοι δὲ τὸν Κηφισόν· ἐν εἴδει δὲ ἀνδρῶν Ψωφίδιοι τὸν Ἐρύμανθον, τὸν δὲ Ἀλφειὸν Ἡραιεῖς, Χερρονήσιοι δὲ οἱ ἀπὸ Κνίδου καὶ αὐτοὶ τὸν αὐτὸν ποταμὸν ὁμοίως. Ἀθηναῖοι δὲ τὸν Κηφισὸν ἄνδρα