Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/99

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῖς κωλύειν τὴν χελιδόνα πλησίον τῶν σίμβλων καλιὰν ὑποπῆξαι.

Ἀπεχθάνονται δὲ ἄρα αἱ μέλιτται κακοσμίᾳ πάσῃ καὶ μύρῳ ὁμοίως, οὔτε τὸ δυσῶδες ὑπομένουσαι οὔτε ἀσπαζόμεναι τῆς εὐωδίας τὸ τεθρυμμένον, οἷα δήπου κόραι ἀστεῖαί τε καὶ σώφρονες τὸ μὲν βδελυττόμεναι τῆς δὲ ὑπερφρονοῦσαι.

59 Κῦρος μέν, ὥς φασιν, ὁ πρεσβύτερος μέγα ἐφρόνει ἐπὶ τοῖς βασιλείοις τοῖς ἐν Περσεπόλει, οἷσπερ οὖν αὐτὸς ᾠκοδομήσατο, Δαρεῖος δὲ ἐπὶ τῇ κατασκευῇ τῇ τῶν οἰκοδομημάτων τῶν Σουσείων· καὶ γὰρ καὶ ἐκεῖνος ἐν Σούσοις τὰ ᾀδόμενα ἐκεῖνα εἰργάσατο. Κῦρος δὲ ὁ δεύτερος ἐν Λυδίᾳ παράδεισον αὐτὸς κατεφύτευσε ταῖς χερσὶ ταῖς βασιλικαῖς ἐν τοῖς ἁβροῖς ἐκείνοις χιτῶσι καὶ τοῖς τερπνοῖς ἐκείνοις καὶ μέγα τιμίοις λίθοις, καὶ ἐπὶ τούτῳ γε ἐκαλλύνετο καὶ πρὸς ἄλλους μὲν τῶν Ἑλλήνων, ἀτὰρ οὖν καὶ πρὸς Λύσανδρον τὸν Λακεδαιμόνιον, ὅτε ἦλθε πρὸς τὸν Κῦρον ὁ Λύσανδρος ἐς τὴν Λυδίαν. καὶ ὑπὲρ μὲν τούτων ᾄδουσιν οἱ συγγραφεῖς, αἱ δὲ τῶν μελιττῶν οἰκοδομαὶ σοφώτεραι οὖσαι κατὰ πολὺ καὶ τεχνηέστεραι, ἀλλὰ τούτων γε οὐδὲ ὀλίγην ἔθεντο ὤραν· ἐκεῖνοι μὲν γὰρ πολλοὺς λυπήσαντες εἰργάσαντο ὅσα εἰργάσαντο· οὐδὲν δὲ ἄρα ἦν μελιττῶν εὐχαριτώτερον, ἐπεὶ μηδὲ σοφώτερον ἦν. πρώτους μὲν γὰρ ἐργάζονται τοὺς θαλάμους τοὺς τῶν βασιλέων, καὶ εὐρυχωρίαν ἔχουσιν οὗτοι, καὶ εἰσὶν ἀνώτεροι· καὶ ἕρκος δὲ περιβάλλουσι τούτοις, οἱονεὶ τεῖχος εἶναι καὶ περίβολον, ἀποσεμνύνουσαι καὶ ἐκ τούτου τὴν οἴκησιν τὴν βασίλειον. διαιροῦσι δὲ αὑτὰς ἐς τρία καὶ οὖν καὶ τὰς οἰκήσεις τὰς ἑαυτῶν ἐς τοσαῦτα. αἱ μὲν γὰρ πρεσβύταται γειτνιῶσι τῇ τῶν βασιλέων