Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/94

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νος ἀκόλουθον εἶναι λέγουσι. ταῦτά τοι καὶ μαντικοῖς συμβόλοις ἀγαθὸν ὁμολογοῦσι τὸν αὐτόν, καὶ ὀττεύονταί γε πρὸς τὴν ἐκείνου βοὴν οἱ συνιέντες ὀρνίθων καὶ ἕδρας καὶ κλαγγὰς καὶ πτήσεις αὐτῶν ἢ κατὰ λαιὰν χεῖρα ἢ κατὰ δεξιάν.

Προσακούω δὲ καὶ ᾠὰ κόρακος μελαίνειν τρίχας. καὶ χρὴ τὸν δολοῦντα τὴν ἑαυτοῦ κόμην ἔλαιον ἐν τῷ στόματι ἔχειν συμμύσαντα· εἰ δὲ μή, καὶ οἱ ὀδόντες αὐτῷ σὺν τῇ τριχὶ μελαίνονται δυσέκπλυτοί τε καὶ δυσέκνιπτοι.

49 Ὁ μέροψ τὸ ὄρνεον ἔμπαλίν φασι τοῖς ἄλλοις ἅπασι πέτεται· τὰ μὲν γὰρ ἐς τοὔμπροσθεν ἵεται καὶ κατ᾽ ὀφθαλμούς, ὃ δὲ ἐς τοὐπίσω. καὶ ἔπεισί μοι θαυμάζειν τὴν φύσιν τῆς ἐπισήμου καὶ παραδόξου καὶ ἀήθους φορᾶς, ἣν ἐκεῖνο ἄττει τὸ ζῷον.

50 Ἡ μύραινα ὅταν ὁρμῆς ἀφροδισίου ὑποπλησθῇ, πρόεισιν ἐς τὴν γῆν, καὶ ὁμιλίαν ποθεῖ νυμφίου καὶ μάλα πονηροῦ· πάρεισι γὰρ εἰς ἔχεως φωλεόν, καὶ ἄμφω συμπλέκονται. ἤδη δέ φασι καὶ ὁ ἔχις οἰστρήσας καὶ ἐκεῖνος ἐς μίξιν ἀφικνεῖται πρὸς τὴν θάλατταν, καὶ οἷον εἰ κωμαστὴς σὺν τῷ αὐλῷ θυροκοπεῖ, οὕτω τοι καὶ ἐκεῖνος συρίσας τὴν ἐρωμένην παρακαλεῖ, καὶ αὐτὴ πρόεισι, τῆς φύσεως τὰ ἀλλήλων διῳκισμένα συναγούσης ἐς ἐπιθυμίαν τὴν ὁμοίαν καὶ κοῖτον τὸν αὐτόν.

51 Ῥάχις ἀνθρώπου νεκροῦ φασιν ὑποσηπόμενον τὸν μυελὸν ἤδη τρέπει ἐς ὄφιν· καὶ ἐκπίπτει τὸ θηρίον, καὶ ἕρπει τὸ ἀγριώτατον ἐκ τοῦ ἡμερωτάτου· καὶ τῶν μὲν καλῶν καὶ ἀγαθῶν τὰ λείψανα ἀναπαύεται, καὶ ἔχει ἆθλον ἡσυχίαν, ὥσπερ οὖν καὶ ἡ ψυχὴ τῶν τοιούτων τὰ ᾀδόμενά τε καὶ ὑμνούμενα ἐκ