Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/93

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βουλὴν κομίζει πόαν ἐχθρὰν τῷ λίθῳ· ὃ δὲ οἷα βαρούμενος καὶ μὴ φέρων ἐξάλλεται, καὶ ἀνέῳγεν αὖθις τῷ προειρημένῳ ἡ φίλη ὑποδρομή.

46 Οἱ συνόδοντες οὐκ εἰσὶ μονίαι, οὐδὲ τὴν ἀπ᾽ ἀλλήλων ἐρημίαν τε καὶ διαίρεσιν ἀνέχονται. φιλοῦσι δὲ συναγελάζεσθαι καθ᾽ ἡλικίαν. καὶ οἱ μὲν νεώτεροι κατὰ ἴλας νήχονται, οἱ δὲ ἐντελέστεροι πάλιν κοινῇ· καὶ τὸ τοῦ λόγου τοῦτο ἧλιξ ἥλικα καὶ ἐκεῖνοι τέρπουσι, παρόντες παροῦσιν ὡς ἑταίροις καὶ φίλοις ἐκ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ διατριβῶν. τεχνάζονται δὲ πρὸς τοὺς θηρατὰς ὁποῖα. ὅταν ἁλιεὺς ἀνὴρ τὸ ἐς αὐτοὺς δέλεαρ καθῇ, περιελθόντες πάντες καὶ κυκλόσε γενόμενοι ἐς ἀλλήλους ὁρῶσιν, οἱονεὶ σύνθημα ἕκαστος ἑκάστῳ διδόντες μήτε πλησιάσαι μήτε ἅψασθαι τοῦ καθειμένου δελεάσματος. καὶ οἱ μὲν παρατεταγμένοι ἐς τοῦτο ἀτρεμοῦσιν· ἐκ δὲ ἀλλοτρίας ἀγέλης συνόδων ἀφίκετο, καὶ καταπίνει τὸ ἄγκιστρον, ἐρημίας λαβὼν μισθὸν τὴν ἅλωσιν. καὶ ὃ μὲν ἀνασπᾶται, οἳ δὲ ἤδη θαρροῦσιν ὡς οὐχ ἁλωσόμενοι, καὶ καταφρονήσαντες οὕτω θηρῶνται.

47 Φρύγεται διὰ τοῦ θέρους ὁ κόραξ τῷ δίψει κολαζόμενος, καὶ βοᾷ τὴν τιμωρίαν μαρτυρόμενος, ὥς φασι. καὶ τὴν αἰτίαν λέγουσιν ἐκείνην. ὁ Ἀπόλλων αὐτὸν θεράποντα ὄντα ὑδρευσόμενον ἀποπέμπει· ὃ δὲ ἐντυγχάνει ληίῳ βαθεῖ μέν, ἔτι δὲ χλωρῷ, καὶ μένει ἔστ᾽ ἂν αὖον γένηται, τῶν πυρῶν παραχναῦσαι βουλόμενος, καὶ τοῦ προστάγματος ὠλιγώρησε. καὶ ὑπὲρ τούτων ἐν τῇ μάλιστα αὐχμηροτάτῃ ὥρᾳ διψῶν δίκας ἐκτίνει. τοῦτο ἔοικε μύθῳ μέν, εἰρήσθω δ᾽ οὖν τῇ τοῦ θεοῦ αἰδοῖ.

48 Ὁ κόραξ, ὄρνιν αὐτόν φασιν ἱερόν, καὶ Ἀπόλλω-