Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/92

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτῷ σύνοιδε καὶ τοῦτο, καὶ μαρτυρεῖ ἐν τῇ Πατροκλείᾳ, εἰκάζων τὸν Μενέλεων τῷ ὄρνιθι, ὅτε ἀνεζήτει Ἀντίλοχον, ἵνα ἄγγελον ἀποστείλῃ τῷ Ἀχιλλεῖ, πικρὸν μέν, ἀναγκαῖον δέ, ὑπὲρ τοῦ πάθους τοῦ κατὰ τὸν ἑταῖρον αὐτοῦ, ὃν ἐξέπεμψε μέν, οὐχ ὑπεδέξατο δέ, καίτοι ποθῶν ἐκεῖνος τοῦτο. λέγεται δὲ μὴ ἑαυτῷ μόνῳ χρήσιμος, ἀλλὰ καὶ ἀνθρώπων ὀφθαλμοῖς ὁ ἀετὸς ἀγαθὸς εἶναι. εἰ γοῦν μέλιτί τις Ἀττικῷ τὴν χολὴν αὐτοῦ διαλαβὼν ὑπαλείψαιτο ἀμβλυνόμενος, ὄψεται καὶ ὀξυτάτους γοῦν ἰδεῖν ἕξει τοὺς ὀφθαλμούς.

43 Ἀηδὼν ὀρνίθων λιγυρωτάτη τε καὶ εὐμουσοτάτη, καὶ κατᾴδει τῶν ἐρημαίων χωρίων εὐστομώτατα ὀρνίθων καὶ τορώτατα. λέγουσι δὲ καὶ τὰ κρέα αὐτῆς ἐς ἀγρυπνίαν λυσιτελεῖν. πονηροὶ μὲν οὖν οἱ τοιαύτης τροφῆς δαιτυμόνες καὶ ἀμαθεῖς δεινῶς· πονηρὸν δὲ τὸ ἐκ τῆς τροφῆς δῶρον, φυγὴ ὕπνου, τοῦ καὶ θεῶν καὶ ἀνθρώπων βασιλέως, ὡς Ὅμηρος λέγει.

44 Τῶν γεράνων αἱ κλαγγαὶ καλοῦσιν ὄμβρους, ὥς φασιν· ὁ δὲ ἐγκέφαλος γυναικῶν ἐς χάριν ἀφροδίσιον ἔχει τινὰς ἴυγγας, εἴ τῳ ἱκανοὶ τεκμηριῶσαι οἱ πρῶτοι φυλάξαντες ταῦτα.

45 Γυπῶν πτερὰ εἰ θυμιάσειέ τις, ὡς ἀκούω, καὶ ἐκ φωλεῶν καὶ ἐξ εἰλυῶν τοὺς ὄφεις προάξει ῥᾷστα.

Τὸ ζῷον ὁ δρυοκολάπτης ἐξ οὗ δρᾷ καὶ κέκληται. ἔχει μὲν γὰρ ῥάμφος ἐπίκυρτον, κολάπτει δὲ ἄρα τούτῳ τὰς δρῦς, καὶ ἐνταυθοῖ ὡς ἐς καλιὰν τοὺς νεοττοὺς ἐντίθησιν, οὐ δεηθεὶς καρφῶν καὶ τῆς ἐξ αὐτῶν πλοκῆς καὶ οἰκοδομίας οὐδὲ ἕν. οὐκοῦν εἴ τις λίθον ἐνθεὶς ἐπιφράξειε τῷ ὀρνέῳ τῷ προειρημένῳ τὴν ἔσδυσιν, ὃ δὲ συμβαλὼν τὴν ἐπι-