Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/91

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τέχνῃ. ὅταν γοῦν περιπαρῇ τῷ ἀγκίστρῳ, καταδύει αὑτὸν ἐς βυθὸν καὶ ὠθεῖ καὶ προσαράττει τῷ δαπέδῳ, καὶ κρούει τὸ στόμα, ἐκβαλεῖν τὸ ἄγκιστρον ἐθέλων· εἰ δὲ ἀδύνατον τοῦτο εἴη, εὐρύνει τὸ τραῦμα, καὶ ἐκπτύεται τὸ λυποῦν αὐτὸν καὶ ἐξάλλεται. πολλάκις δὲ οὐκ ἔτυχε τῆς πείρας, καὶ ὁ θηρατὴς ἄκοντα ἀνασπάσας ἔχει τὴν ἄγραν.

41 Δειλότατος ἰχθύων ὁ μελάνουρος, καὶ ἔχει τῆς δειλίας μάρτυρας τοὺς ἁλιεῖς. οὔτε γοῦν κύρτῳ λαμβάνονται οὗτοι, οὔτε προσίασιν αὐτῷ· σαγήνη δὲ εἴ ποτε αὐτοὺς περιλάβοι, οἳ δὲ ἀγνοοῦντες ἑαλώκασι. καὶ ὅταν μὲν ᾖ ὑπεύδια καὶ λεία ἡ θάλαττα, οἳ δὲ ἄρα κάτω που πρὸς ταῖς πέτραις ἢ τοῖς φυκίοις ἡσυχάζουσι, καὶ προβάλλονται πᾶν ὅ τι δύνανται, τὸ σῶμα ἀφανίζοντες. ἐὰν δὲ ᾖ χειμέρια, τοὺς ἄλλους ὁρῶντες καταδύντας ἐκ τῆς τῶν κυμάτων προσβολῆς ἐς τὸν βυθόν, οἳ δὲ ἀναθαρροῦσι, καὶ τῇ γῇ προς1 πελάζουσι, καὶ ταῖς πέτραις προσνέουσι, καὶ ἡγοῦνταί σφισι πρόβλημα ἱκανὸν εἶναι τὸν ὑπερνηχόμενον ἀφρὸν καλύπτοντά τε αὐτοὺς καὶ ἐπηλυγάζοντα. συνιᾶσι δὲ εὖ μάλα ἀπορρήτως ὅτι τοῖς ἁλιεῦσιν ἐν ἡμέρᾳ τοίᾳ ἢ νυκτὶ ἐς τὴν θάλαττάν ἐστιν ἄβατα, ἀγριαινούσης τῆς θαλάττης καὶ τῶν κυμάτων αἰρομένων μετεώρων τε καὶ φοβερῶν. ἔχουσι δὲ καὶ τροφὴν ἐν χειμῶνι, τοῦ κλύδωνος τὰ μὲν ἀποσπῶντος ἐκ τῶν πετρῶν, τὰ δὲ ἐπισύροντος ἐκ τῆς γῆς· σιτοῦνται δὲ μελάνουροι τὰ ῥυπαρώτερα καὶ ὅσα οὐκ ἂν ῥᾳδίως ἰχθὺς ἄλλος ἂν πάσαιτο, εἰ μὴ πάνυ λιμῷ πιέζοιτο. ἐν γαλήνῃ δὲ ἐπὶ τῆς ἄμμου μόνης σαλεύουσι, καὶ ἐκεῖθεν βόσκονται. ὅπως δὲ ἁλίσκονται, ἐρεῖ ἄλλος.

42 Ἀετὸς δὲ ὀρνίθων ὀξυωπέστατος. καὶ Ὅμηρος