Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/90

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τόδε τὸ ζῷον ἡττᾶται καὶ παραλύεται τοῦ θυμοῦ ἐκκωφωθὲν ἐς τὸ κάλλος. καὶ ἀντήρα φασὶν ἐν τῇ Αἰγυπτίᾳ Ἀλεξάνδρου πόλει γυναικὸς στεφάνους πλεκούσης Ἀριστοφάνει τῷ Βυζαντίῳ ἐλέφας. ἀγαπᾷ δὲ ὁ αὐτὸς καὶ εὐωδίαν πᾶσαν, καὶ μύρων καὶ ἀνθέων κηλούμενος τῇ ὀσμῇ.

Ὅστις βούλεται κλὼψ ἢ λῃστὴς κύνας ἄγαν ἀγριωτάτους κατασιγάσαι καὶ θεῖναι φυγάδας, ἐκ πυρᾶς ἀνθρώπου δαλὸν λαβὼν ὁμόσε αὐτοῖς χωρεῖ, φασίν· οἱ δὲ ὀρρωδοῦσιν. ἀκήκοα δὲ καὶ ἐκεῖνον τὸν λόγον. λυκοσπάδα οἶν πέξας τις καὶ ἐριουργήσας καὶ χιτῶνα ἐργασάμενος λυπεῖ τὸν ἠσθημένον· ὀδαξησμὸν γὰρ ἐργάζεται, ὡς λόγος. ἔριν δὲ εἴ τις καὶ στάσιν ἐθέλοι ἐν τῷ συνδείπνῳ ἐργάσασθαι, δηχθέντα ὑπὸ κυνὸς λίθον ἐμβαλὼν τῷ οἴνῳ λυπεῖ τοὺς συμπότας ἐκμαίνων. κανθάροις δὲ κακόσμοις θηρίοις εἴ τις ἐπιρράνειε μύρου, οἳ δὲ τὴν εὐωδίαν οὐ φέρουσιν, ἀλλ᾽ ἀποθνήσκουσιν. οὕτω τοί φασι καὶ τοὺς βυρσοδέψας συντραφέντας ἀέρι κακῷ βδελύττεσθαι μύρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ τοὺς ὄφεις πάντας ἴβεων πτερὰ δεδιέναι.

39 Θηρῶσι τὰς τρυγόνας οἱ τούτων ἀκριβοῦντες τὰ θήρατρα, καὶ μάλιστα τῆς πείρας οὐ διαμαρτάνουσι τὸν τρόπον τοῦτον. ἑστήκασιν ὀρχούμενοι καὶ ᾄδοντες εὖ μάλα μουσικῶς· αἳ δὲ καὶ τῇ ἀκοῇ θέλγονται καὶ τῇ ὄψει τῆς ὀρχήσεως κηλοῦνται καὶ προσίασιν ἐγγυτέρω. οἳ δὲ ὑπαναχωροῦσιν ἡσυχῆ καὶ βάδην, ἔνθα δήπου καὶ ὁ δόλος ταῖς δειλαίαις πρόκειται, δίκτυα ἐκπεπταμένα· εἶτα ἐμπίπτουσιν ἐς αὐτὰ καὶ ἁλίσκονται, ὀρχήσει καὶ ᾠδῇ ᾑρημέναι πρῶτον.

40 Ὄρκυνος ὄνομα κητώδης ἰχθὺς οὐκ ἄσοφος ἐς τὰ αὑτοῦ λυσιτελέστατα, δῶρον λαχὼν φύσει τοῦτο, οὐ