Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/88

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὑπόσφαγμα, καὶ καταχεῖται ἑαυτῆς, καὶ περιλαμβάνει καὶ ἀφανίζει πᾶσαν, καὶ κλέπτεται τὴν ὄψινὁ ἁλιεύς· καὶ ἣ μὲν ἐν ὀφθαλμοῖς ἐστιν, ὃ δὲ οὐχ ὁρᾷ. τοιοῦτόν τι καὶ τῷ Αἰνείᾳ νέφος περιβαλὼν ἠπάτησε τὸν Ἀχιλλέα ὁ Ποσειδῶν, ὡς Ὅμηρος λέγει.

35 Βασκάνων ὀφθαλμοὺς καὶ γοήτων φυλάττεται καὶ τῶν ζῴων τὰ ἄλογα φύσει τινὶ ἀπορρήτῳ καὶ θαυμαστῇ. ἀκούω γοῦν βασκανίας ἀμυντήριον τὰς φάττας δάφνης κλωνία ἀποτραγούσας λεπτὰ εἶτα μέντοι ταῖς ἑαυτῶν καλιαῖς ἐντιθέναι τῶν νεοττίων φειδοῖ· ἰκτῖνοι δὲ ῥάμνον, κίρκοι δὲ πικρίδα, αἵ γε μὴν τρυγόνες τὸν τῆς ἴρεως καρπόν, ἄγνον δὲ κόρακες, οἱ δὲ ἔποπες τὸ ἀδίαντον, ὅπερ οὖν καὶ καλλίτριχον καλοῦσί τινες, ἀριστερεῶνα δὲ κορώνη, καὶ κιττὸν ἅρπη, καρκίνον δὲ ἐρωδιός, πέρδιξ δὲ καλάμου φόβην, θαλλὸν δὲ αἱ κίχλαι μυρρίνης. προβάλλεται δὲ καὶ κόρυδος ἄγρωστιν, ἀετοὶ δὲ τὸν λίθον, ὅσπερ οὖν ἐξ αὐτῶν ἀετίτης κέκληται. λέγεται δὲ οὗτος ὁ λίθος καὶ γυναιξὶ κυούσαις ἀγαθὸν εἶναι, ταῖς ἀμβλώσεσι πολέμιος ὤν.

36 Ὁ ἰχθὺς ἡ νάρκη ὅτου ἂν καὶ προσάψηται τὸ ἐξ αὐτῆς ὄνομα ἔδωκέ τε καὶ ναρκᾶν ἐποίησεν. ἡ δὲ ἐχενηὶς ἐπέχει τὰς ναῦς, καὶ ἐξ οὗ ποιεῖ καλοῦμεν αὐτήν. κυούσης δὲ ἁλκυόνος ἵσταται μὲν τὰ πελάγη, εἰρήνην δὲ καὶ φιλίαν ἄγουσιν ἄνεμοι. κύει δὲ ἄρα χειμῶνος μεσοῦντος, καὶ ὅμως ἡ τοῦ ἀέρος γαλήνη δίδωσιν εὐημερίαν, καὶ ἁλκυονείας τηνικάδε τῆς ὥρας ἄγομεν ἡμέρας. ἴχνος δὲ λύκου πατεῖ κατὰ τύχην ἵππος, καὶ νάρκη περιείληφεν αὐτόν. εἰ δὲ ὑπορρίψειας ἀστράγαλον λύκου τετρώρῳ θέοντι, τὸ δὲ ὡς πεπηγὸς ἑστήξεται, τῶν ἵππων τὸν ἀστράγα-