Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/87

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μῖσος συμφυές, εἴπερ οὖν καὶ τοῖς ἀλόγοις ἐντέτηκε καὶ αὐτοῖς ἐστι δυσέκνιπτα. μύραινα γοῦν πολύποδα μισεῖ, καὶ πολύπους καράβῳ πολέμιος, καὶ μυραίνῃ κάραβος ἔχθιστός ἐστι. μύραινα μὲν γὰρ ταῖς ἀκμαῖς τῶν ὀδόντων τὰς πλεκτάνας τῷ πολύποδι διακόπτει, εἶτα μέντοι καὶ ἐς τὴν γαστέρα ἐσδῦσα αὐτῷ τὰ αὐτὰ δρᾷ, καὶ εἰκότως· ἣ μὲν γὰρ νηκτική, ὃ δὲ ἔοικεν ἕρποντι· εἰ δὲ καὶ τρέποιτο τὴν χρόαν κατὰ τὰς πέτρας, ἔοικεν αὐτῷ τὸ σόφισμα συμφέρειν οὐδὲ ἓν τοῦτο· ἔστι γὰρ συνιδεῖν ἐκείνη δεινὴ τοῦ ζῴου τὸ παλάμημα. τούς γε μὴν καράβους αὐτοὶ συλλαβόντες ἐς πνῖγμα, ὅταν νεκροὺς ἐργάσωνται, τὰ κρέα ἐκμυζῶσιν αὐτῶν. κέρατα δὲ τὰ ἑαυτοῦ ὁ κάραβος ἀνεγείρας καὶ θυμωθεὶς ἐς αὐτά, προκαλεῖται μύραιναν. οὐκοῦν ἣ μὲν τοῦ ἀντιπάλου τὰ κέντρα, ὅσα οἱ προβέβληται, ταῦτα οὐκ ἐννοοῦσα καταδάκνει· ὃ δὲ τὰς χηλὰς οἱονεὶ χεῖρας προτείνας, τῆς δέρης παρ᾽ ἑκάτερα ἐγκρατῶς ἐχόμενος οὐ μεθίησιν· ἣ δὲ ἀσχάλλει καὶ ἑαυτὴν ἑλίττει καὶ περιβάλλει τῶν ὀστράκων ταῖς ἀκμαῖς, ὧνπερ οὖν ἐς αὐτὴν πηγνυμένων μαλκίει τε καὶ ἀπαγορεύει, καὶ τελευτῶσα παρειμένη κεῖται· ὃ δὲ τὴν ἀντίπαλον ποιεῖται δεῖπνον.

33 Τὴν μύραιναν τὸν ἰχθὺν τρέφει τὰ πελάγη. ὅταν δὲ αὐτὴν τὸ δίκτυον περιλάβῃ, διανήχεται καὶ ζητεῖ ἢ βρόχον ἀραιὸν ἢ ῥῆγμα τοῦ δικτύου πάνυ σοφῶς· καὶ ἐντυχοῦσα τούτων τινὶ καὶ διεκδῦσα ἐλευθέρα νήχεται αὖθις· εἰ δὲ τύχοι μία τῆσδε τῆς εὐερμίας, καὶ αἱ λοιπαὶ ὅσαι τοῦ αὐτοῦ γένους συνεαλώκασι κατὰ τὴν ἐκείνης φυγὴν ἐξίασιν, ὡς ὁδόν τινα λαβοῦσαι παρ᾽ ἡγεμόνος.

34 Τὴν σηπίαν ὅταν μέλλωσιν αἱρεῖν οἱ τούτων ἀγαθοὶ θηραταί, συνεῖσα ἐκείνη παρῆκε τὸ ἐξ ἑαυτῆς