Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/82

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὀδόντες, μεμυκότος οὐκ ἂν αὐτοὺς ἴδοις· ἔστι δὲ μήκιστος καὶ πλατύτατος. σιτεῖται μὲν οὖν καὶ τῶν ἰχθύων πολλούς, μάλιστα δὲ σαρκῶν ἀνθρωπείων ἐσθίων ὑπερήδεται. σύνοιδε δὲ αὑτῷ ὅτι ῥώμην ἥκιστός ἐστι, μόνῳ δὲ ἐπιθαρρεῖ τῷ μεγέθει. καὶ διὰ τοῦτο ὅταν ἴδῃ τινὰ ἢ νηχόμενον ἢ πονούμενον ἐν ταῖς ὑδροθηρίαις, μετεωρίσας ἑαυτὸν καὶ ἐπικυρτώσας ἐπινήχεταί οἱ βαρὺς ἄνω ἐγκείμενός τε καὶ πιέζων καὶ ἐπαρτῶν δεῖμά τι, ὑπερπετάσας τὸ πᾶν σῶμα τῷ δειλαίῳ ὡς στέγην, ἀναδῦναί τε καὶ ἀναπνεῦσαι κωλύων αὐτόν. οὐκοῦν ἐπισχεθέντος οἱ τοῦ πνεύματος, ὃ μέν, οἷα εἰκός, ἀποθνήσκει, ὃ δὲ ἐμπεσὼν ἔχει τῆς παραμονῆς μισθὸν ὃ μάλιστα λιχνεύει δεῖπνον.

19 Τὰ μὲν ἄλλα τῶν ᾠδικῶν ὀρνέων εὐστομεῖ καὶ τῇ γλώττῃ φθέγγεται δίκην ἀνθρώπου· οἱ δὲ τέττιγες κατὰ τὴν ἰξύν εἰσι λαλίστατοι. καὶ σιτοῦνται μὲν τῆς δρόσου, τὰ δὲ ἐξ ἕω ἐς πλήθουσαν ἀγορὰν σιωπῶσιν, ἡλίου δὲ ὑπαρχομένου τῆς ἀκμῆς, τὸν ἐξ ἑαυτῶν μεθιᾶσι κέλαδον, φιλόπονοί τινες ὡς ἂν εῖποις χορευταί, ὑπὲρ κεφαλῆς καὶ τῶν παρανεμόντων καὶ τῶν ὁδῷ χρωμένων καὶ τῶν ἀμώντων κατᾴδοντες. καὶ τοῦτο μὲν τὸ φιλόμουσον ἔδωκε τοῖς ἄρρεσιν ἡ φύσις· τέττιξ δὲ θήλεια ἄφωνός ἐστι, καὶ ἔοικε σιωπᾶν δίκην νύμφης αἰδουμένης.

20 Ὑφαντικὴν καὶ ταλασίαν τὴν θεὸν τὴν Ἐργάνην ἐπινοῆσαί φασιν ἄνθρωποι· τὴν δὲ ἀράχνην ἡ φύσις σοφὴν ἐς ἱστουργίαν ἐδημιούργησε. καὶ φιλοτεχνεῖ οὐ κατὰ μίμημα, οὐδὲ ἔξωθεν λαμβάνει τὸ νῆμα, ἀλλ᾽ ἐκ τῆς οἰκείας νηδύος τοὺς μίτους ἐξάγουσα εἶτα μέντοι τοῖς κούφοις τῶν πτηνῶν θήρατρα ἀποφαίνει, ὡς δίκτυα ἐκπεταννῦσα. καὶ δι᾽ ὧν ἐξυφαί-