Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/81

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τίκτει μὲν γὰρ δύο**· ὅταν δὲ ἁλιεὺς ἢ τρώσῃ τὸν παῖδα αὐτῆς τῇ τριαίνῃ ἢ τῇ ἀκίδι βάλῃ** ἡ μὲν ἀκὶς τὰ ἄνω τέτρηται, καὶ ἐνῆπται σχοῖνος μακρὰ αὐτῇ, οἱ δὲ ὄγκοι ἐσδύντες ἔχονται τοῦ θηρός. καὶ ἕως μὲν ἔτι ῥώμης ὁ δελφὶς ὁ τραυματίας μετείληχε, χαλᾷ ὁ θηρατὴς τὴν σχοῖνον, ἵνα μή ποτε ἄρα ὑπὸ τῆς βίας ἀπορρήξῃ αὐτήν, καὶ γένηταί οἱ δύο κακώ, ἔχων τε ἀπέλθῃ τὴν ἀκίδα ὁ δελφὶς καὶ ἀθηρίᾳ περιπέσῃ αὐτός· ὅταν δὲ αἴσθηται καμόντα καί πως παρειμένον ἐκ τοῦ τραύματος, ἡσυχῆ παρ᾽ αὐτὴν ἄγει τὴν ναῦν, καὶ ἔχει τὴν ἄγραν. ἡ δὲ μήτηρ οὐκ ὀρρωδεῖ τὸ πραχθέν, οὐδὲ ἀναστέλλεται δείσασα, ἀλλ᾽ ἀπορρήτῳ φύσει τῷ πόθῳ τοῦ παιδὸς ἕπεται· καὶ δείματα ὁπόσα ἐθέλεις εἰ ἐπάγοις, ἣ δὲ οὐκ ἐκπλήττεται, τὸν παῖδα οὐχ ὑπομένουσα ἀπολιπεῖν ἐν ταῖς φοναῖς ὄντα, ἀλλὰ καὶ ἐκ χειρὸς αὐτὴν πατάξαι πάρεστιν· οὕτως ὁμόσε χωρεῖ τοῖς βάλλουσιν, ὥσπερ οὖν ἀμυνουμένη. καὶ ἐκ τούτων συναλίσκεται τῷ παιδί, σωθῆναι παρὸν καὶ ἀπελθεῖν αὐτήν. εἰ δὲ ἄμφω τὰ ἔκγονα αὐτῇ παρείη, καὶ νοήσειε τετρῶσθαι τὸν ἕτερον καὶ ἄγεσθαι, ὡς προεῖπον, διώκει τὸν ὁλόκληρον καὶ ἀπελαύνει τὴν τε οὐρὰν ἐπισείουσα καὶ δάκνουσα τῷ στόματι, καὶ φυσᾷ φύσημά τι ἄσημον μέν, ᾗ δύναται, σύνθημα δὲ τῆς φυγῆς ἐνδιδοῦσα σωτήριον. καὶ ὅ μὲν ἀπαλλάττεται, μένει δὲ αὐτὴ ἔστ᾽ ἂν αἱρεθῇ, καὶ συναποθνήσκει τῷ ἑαλωκότι.

19 Ὁ βοῦς ὁ θαλάττιος ἐν πηλῷ τίκτεται, καὶ ἔστιν ἐξ ὠδίνων βράχιστος, γίνεται δὲ ἐκ βραχίστου μέγιστος. καὶ τὰ μὲν ὑπὸ τὴν νηδὺν λευκός ἐστι, τὰ νῶτα δὲ καὶ τὸ πρόσωπον καὶ τὰς πλευρὰς μέλας δεινῶς· στόμα δὲ αὐτῷ ἐμπέφυκε σμικρόν, οἱ δὲ