Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/78

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σεως διαφορότης ἐστί· μάλιστα δὲ αὐτῶν τὸ λυττῶδες τὸ ἐς τὰ ἀφροδίσια κατηγορεῖ ἥδε ἡ ἄγρα. θηράσας ἀνὴρ ἁλιεὺς θῆλυν, καὶ ἐνδήσας καλάμῳ μακρῷ ἢ σπάρτῳ καὶ τούτῳ μακρῷ, κατὰ τῆς ᾐόνος ἡσυχῆ βαδίζων παρανηχόμενον τὸν ἰχθὺν καὶ ἀσπαίροντα ἐπισύρει· κατ᾽ ἴχνια δὲ αὐτοῦ τις ἕπεται φέρων δίκτυον, καὶ τὸ μέλλον ὅπῃ τε καὶ ὅπως ἀπαντήσεται φυλάττει φιλοπόνως ὁ δικτυεὺς οὗτος. οὐκοῦν ἡ μὲν ἄγεται, ὁπόσοι δὲ ἂν ἴδωσι τῶν ἀρρένων, οἷα δήπου νεανίαι ἀκόλαστοι μείρακος παραθεούσης εὖ μάλα ὡρικῆς ἐποφθαλμιάσαντες, ἵενται κατὰ μίξιν οἰστρούμενοι. ὁ τοίνυν τὸ δίκτυον ἔχων ῥίπτει τὸν βόλον, καὶ πολλάκις ἰχθύων εὐερμίᾳ περιτυγχάνει τῇ τῆς ἐπιθυμίας ὁρμῇ προσερχομένων. δεῖ δὲ τῷ πρώτῳ θηρατῇ τὴν αἱρεθεῖσαν ὡραίαν τε εἶναι καὶ εὖ ἥκουσαν σαρκῶν, ἵνα καὶ πλείους ἐπ᾽ αὐτὴν ὁρμήσωσιν, τὸ τῆς ὥρας ἐφολκὸν δέλεαρ λαβόντες. εἰ δὲ ἄσαρκος εἴη, οἱ πολλοὶ ὑπερφρονήσαντες ᾤχοντο ἀπιόντες· ὅστις δὲ αὐτῶν ἐστι δύσερως, οὐκ ἀπαλλάττεται, οὐ τῇ ὥρᾳ, μὰ Δία, ἀλλὰ τῷ τῆς μίξεως πόθῳ δεδουλωμένος.

13 Ἦσαν δὲ ἄρα καὶ σωφρονεῖν ἰχθύες ἀγαθοί. ὁ γοῦν αἰτναῖος οὕτω λεγόμενος, ἐπὰν τῇ ἑαυτοῦ συννόμῳ οἱονεὶ γαμετῇ τινι συνδυασθεὶς κληρώσηται τὸ λέχος, ἄλλης οὐχ ἅπτεται, καὶ οὐ δεῖται συμβολαίων ἐς πίστιν, οὐ προικός, οὐδὲ μὴν δέδοικε κακώσεως δίκην ὁ αἰτναῖος, οὐδὲ αἰδεῖται Σόλωνα. ὦ νόμοι γενναῖοι καὶ πολύσεμνοι, οἷς ἀκόλαστοι ἄνθρωποι οὐκ αἰδοῦνται μὴ πείθεσθαι.

14 Κοσσύφῳ δὲ τῷ θαλαττίῳ ἤθη τε καὶ διατριβαὶ αἱ πέτραι καὶ αἱ σηραγγώδεις ὑποδρομαί. γαμοῦσι δὲ οὗτοι ἕκαστος πολλάς, καὶ τῶν ὀπῶν οἱονεὶ θα-