Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/76

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἡνίκα ἂν παραφυλάξῃ καθευδούσας τὰς μελίττας, ἐπιφοιτᾷ τοῖς ἔργοις αὐτῶν καὶ λυμαίνεται τοῖς σίμβλοις. τοῦτο ἐκεῖναι καταμαθοῦσαι, αἱ μὲν πλεῖσται τῶν μελισσῶν καθεύδουσιν ἅτε πεπονηκυῖαι, ὀλίγαι δὲ αὐτῶν ἐλλοχῶσιν. εἶτα ὅταν ἕλωσι τὸν φῶρα, παίουσιν αὐτὸν πεφεισμένως καὶ ἐξωθοῦσι, καὶ ἐκβάλλουσι φυγάδα εἶναι. ὃ δὲ οὐδ᾽ οὕτω πεπαίδευται· πέφυκε γὰρ καὶ ἀργὸς καὶ λίχνος, δύο κακώ. ἔξω τοίνυν τῶν κηρίων ἑαυτὸν ἀποκρύπτει, εἶτα ὅταν ἐπὶ τὰς νομὰς ἐξορμήσωσιν αἱ μέλιτται, ὃ δὲ ὠσάμενος ἔσω τὸ ἑαυτοῦ δρᾷ, ἐμφορούμενος καὶ κεραΐζων ἐκεῖνος τὸν θησαυρὸν τῶν μελιττῶν τὸν γλυκύν. καὶ ἐκεῖναι ἐκ τῆς νομῆς ὑποστρέψασαι, ὅταν αὐτῷ περιτύχωσιν, ἐνταῦθα μὲν οὐκέτι πεφεισμένως αὐτὸν παίουσιν, οὐδ᾽ ὅσον ἐς φυγὴν τρέψαι, ἀλλὰ εὖ μάλα βιαίως ἐμπεσοῦσαι διαλοῶσι τὸν λῃστήν· καὶ οὐ μεμπτὴν ὑπομείνας τὴν τιμωρίαν, ὑπὲρ τῆς γαστριμαργίας καὶ ἀδηφαγίας τῇ ψυχῇ ἔτισεν. μελιττουργοὶ λέγουσι ταῦτα, καὶ ἐμὲ πείθουσιν.

10 Εἰσὶ δέ τινες καὶ ἐν ταῖς μελίτταις ἀργοὶ μέλιτται, οὐ μὴν κηφηνώδεις τὸν τρόπον· οὐ γὰρ λυμαίνονται τοῖς κηρίοις οὐδ᾽ ἐπιβουλεύουσι τῷ μέλιτι αὗται, ἀλλὰ τρέφονται ἐκ τῶν ἀνθέων καὶ αὗται πετόμεναι καὶ σύννομοι ταῖς ἄλλαις οὖσαι. εἰ δὲ καί εἰσιν ἄτεχνοι περὶ τὴν ἐργασίαν καὶ τὴν κομιδὴν τὴν τοῦ μέλιτος, ἀλλὰ γοῦν οὐκ εἰσὶν ἄπρακτοι πάντῃ. αἳ μὲν γὰρ αὐτῶν ὕδωρ τῷ βασιλεῖ κομίζουσι καὶ ταῖς πρεσβυτέραις δέ, αἵπερ οὖν τῷ βασιλεῖ παραμένουσι καὶ ἐς τὴν δορυφορίαν ἀπεκρίθησαν τὴν αὐτοῦ· ἕτεραι δὲ αὐτῶν ἔχουσιν ἐκεῖνο ἔργον, τὰς ἀποθνησκούσας τῶν μελιττῶν ἔξω φέρουσι· δεῖ γὰρ αὐταῖς καθαρὰ εἶναι τὰ κηρία, καὶ οὐκ ἀνέχονται νεκρὰν ἔσω