Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/73

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φερὴς τὸ σχῆμα, καὶ ἔχει μῆκος τριῶν δακτύλων, καὶ διείληπται ἐξ ἄκρων σχοίνῳ, καὶ ἐπισύρει τὸν τεθηραμένον. καὶ κύρτον τις τῶν ἐν τῇ πορθμίδι παραρτήσας ἐπάγεται εὐρὺν τὸ στόμα, καὶ ἐς τὸν ἑαλωκότα τέτραπται σκάρον ὁ κύρτος· βαρεῖται δὲ ἡσυχῆ οὗτος λίθῳ μεμετρημένῳ. οὐκοῦν οἱ ἄρρενες, ὥσπερ οὖν νύμφην ὡρικὴν νεανίαι θεασάμενοι, οἰστροῦνταί τε καὶ μεταθέουσι, καὶ ἐπείγονται φθάσαι ἄλλος ἄλλον καὶ γενέσθαι πλησίον καὶ παραψαῦσαι, ὥσπερ οὖν δυσέρωτες ἄνθρωποι φίλημα ἢ κνίσμα θηρώμενοι ἤ τι ἄλλο κλέμμα ἐρωτικόν. ὁ τοίνυν ἄγων τὸν θῆλυν ἡσυχῆ καὶ πεφεισμένως, λοχῶν τε καὶ ἐπιβουλεύων εὐθὺ τοῦ κύρτου σὺν τῇ ἐρωμένῃ, φαίης ἄν, τοὺς ἐραστὰς ἄγει. γενομένων δὲ ὁμοῦ τῷ κύρτῳ, τὸν μὲν μόλυβδον μεθῆκεν ὁ θηρατὴς ἐς τὸ ἔσω· ὃ δὲ ἄρα ἐμπίπτων σὺν τῇ ὁρμιᾷ κατασπᾷ καὶ τὸν θῆλυν. οὐκοῦν συνεσρεύσαντες ἑαλώκασι, καὶ διδόασι δίκην ὁρμῆς ἀφροδισίου ταύτην οἱ σκάροι.

3 Ὁ ἰχθὺς ὁ κέφαλος τῶν ἐν τοῖς ἕλεσι βιούντων ἐστί, καὶ πεπίστευται τῆς γαστρὸς κρατεῖν καὶ διαιτᾶσθαι πάνυ σωφρόνως. ζῴῳ μὲν γὰρ οὐκ ἐπιτίθεται, ἀλλὰ πρὸς πάντας τοὺς ἰχθῦς ἔνσπονδος εἶναι πέφυκεν· ὅτῳ δ᾽ ἂν ἐντύχῃ κειμένῳ, τοῦτό οἱ δεῖπνόν ἐστιν. οὐ πρότερον δὲ αὐτοῦ προσάπτεται, πρὶν ἢ τῇ οὐρᾷ κινῆσαι. καὶ ἀτρεμοῦντος μὲν ἔχει τὴν ἄγραν, κινηθέντος δὲ ἀνεχώρησεν.

4 Τιμωροῦσιν ἀλλήλοις ὡς ἄνθρωποι πιστοὶ καὶ συστρατιῶται δίκαιοι οἱ ἰχθύες, οὕσπερ οὖν ἀνθίας οἱ τῆς θήρας ἐπιστήμονες τῆς θαλαττίας φιλοῦσιν ὀνομάζειν, ὄντας τὰ ἤθη πελαγίους. τούτων γοῦν ἕκαστοι, ὅταν νοήσωσι τεθηρᾶσθαι τὸν σύννομον, προσνέουσιν ὤκιστα, εἶτα ἐς αὐτὸν τὰ νῶτα ἀπερείδουσι,