Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/502

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΠΙΛΟΓΟΣ

Ὄσα μὲν οὖν σπουδή τε ἐμὴ καὶ φροντὶς καὶ πόνος καὶ ἐς τὸ πλέον μαθεῖν καὶ ἐν τοῖσδε ἡ γνώμη προχωροῦσα ἀνίχνευσέ τε καὶ ἀνεῦρε, δοκίμων τε ἀνδρῶν καὶ φιλοσόφων ἀγώνισμα θεμένων τὴν ἐπ᾽ αὐτοῖς ἐμπειρίαν, καὶ δὴ λέλεκταί μοι, ὡς οἷόν τε ἦν εἰπεῖν, μὴ παραλείποντι ἅπερ ἔγνων μηδὲ βλακεύοντι, ὡς ἀλόγου τε καὶ ἀφώνου ἀγέλης ὑπεριδόντι καὶ ἀτιμάσαντι, ἀλλὰ κἀνταῦθα ἔρως με σοφίας ὁ σύνοικός τε καἱ ὁ συμφυὴς ἐξέκαυσεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄρα καὶ τῶν ἐς χρήματα ὁρώντων ὀξὺ καὶ τεθηγμένων ἐς τιμάς τε καὶ δυνάμεις τινὲς καὶ πᾶν τὸ φιλόδοξον δι᾽ αἰτίας ἕξουσιν, εἰ τὴν ἐμαυτοῦ σχολὴν κατεθέμην ἐς ταῦτα, ἐξὸν καὶ ὠφρυῶσθαι καὶ ἐν ταῖς αὐλαῖς ἐξετάζεσθαι καὶ ἐπὶ μέγα προήκειν πλούτου. ἐγὼ δὲ ὑπέρ τε ἀλωπέκων καὶ σαυρῶν καὶ κανθάρων καὶ ὄφεων καὶ λεόντων καὶ τί δρᾷ πάρδαλις καὶ ὅπως πελαργὸς φιλόστοργον καὶ ὅτι ἀηδὼν εὔστομον καὶ πῶς φιλόσοφον ἐλέφας καὶ εἴδη ἰχθύων καὶ γεράνων ἀποδημίας καὶ δρακόντων φύσεις καὶ τὰ λοιπὰ ὅσα ἥδε ἡ συγγραφὴ πεπονημένως ἔχει καὶ φυλάττει, περιέρχομαι· ἀλλὰ οὔ μοι φίλον σὺν τοῖσδε τοῖς πλουσίοις ἀριθμεῖσθαι καὶ πρὸς ἐκείνους ἐζετάζεσθαι, εἰ δὲ ὧν καὶ ποιηταὶ σοφοὶ καὶ ἄνδρες φύσεως ἀπόρρητα ἰδεῖν τε ἅμα καὶ κατασκέψασθαι δεινοὶ καὶ συγγραφεῖς τῆς πείρας ἐς τὸ μήκιστον προελθόντες ἑαυτοὺς ἠξίωσαν, τούτων τοι καὶ ἐμαυτὸν ἁμωσγέπως ἕνα πειρῶμαι ἀριθμεῖν καὶ ἐθέλω, δῆλον ὡς ἀμείνων ἐμαυτῷ σύμβουλός εἰμι τῆς ἐξ ἐκείνων κρίσεως. βου-