Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/501

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτὸν μάτην προσπεσόντα. ἐπιτίθεται δὲ καὶ ἵππων ἀγέλαις καὶ θηρίων ἄλλων. οἱ τοίνυν νομεῖς ἐπαρκεῖν ταῖς ἑαυτῶν ἀγέλαις βουλόμενοι τάφρους κρυπτὰς ἐργάζονται βαθείας, καὶ ταύταις αὐτοὺς ἐλλοχῶσιν· οἳ δὲ ὅταν ἐμπέσωσιν, ὑπὸ τοῦ θυμοῦ ἀποπνίγονται. κέκριται δὲ παρὰ τοῖς Τρωγλοδύταις τοῦτο τὸ ζῷον δικαίως ἄριστον· ἔχει μὲν γὰρ λέοντος τὴν ἀλκήν, τὴν δὲ ὠκύτητα ἵππου, ῥώμην δὲ ταύρου, σιδήρου δὲ κρεῖττόν ἐστι.

46 Λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾄδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δέ, εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνεις. νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφάς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης νέμονται νεῷ, οἳ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. ὀχετὸς δὲ ἄρα ἀενάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. θῆλυς μὲν οὖν οὐδὲ εἷς ἐς Ἡρακλέους πάρεισιν· οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ἐπιθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν, εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν ἐς τὰ σφέτερα αὖθις παρὰ τὸν θεὸν ᾧ λατρεύουσι, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. τίκτεται οὖν, οἷα εἰκός, πρῶτον μὲν ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρ᾽ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν. αἱ δὲ ὄρνεις, ἐκείναις ἔργον ἐστὶ τρέφειν τὰς θυγατέρας.