Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/500

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

44 Ῥινοκέρωτος δὲ εἶδος γράφειν τρισέωλόν ἐστιν· ἴσασι γὰρ καὶ Ἑλλήνων πολλοὶ καὶ Ῥωμαίων τεθεαμένοι· τὰ δὲ ἴδια αὐτοῦ τὰ κατὰ τὸν βίον εἰπεῖν οὐ χεῖρόν ἐστιν. ἐπ᾽ ἄκρας τῆς ῥινὸς τὸ κέρας φέρει, ἔνθεν τοι καὶ κέκληται· καὶ ἔστι μὲν ὀξύτατον ἐπ᾽ ἄκρου, σιδήρῳ δὲ τὸ καρτερὸν αὐτοῦ προσείκασται. ταῖς γε μὴν πέτραις αὐτὸ παρατρίβων εἶτα ἐπιθήσει ἐλέφαντι ὁμόσε ἰών, τὰ δὲ ἄλλα οὐκ ὢν ἀξιόμαχος, διά τε τὸ ἐκείνου ὕψος καὶ τὴν ῥώμην τὴν τοῦ θηρὸς τὴν τοσαύτην. ὕπεισιν οὖν αὐτοῦ τὰ σκέλη, καὶ τὴν νηδὺν ὑποτέμνει τε καὶ ὑποσχίζει τῷ κέρατι· ὃ δὲ οὐ μετὰ μακρὸν ἐκρυέντος οἱ τοῦ αἵματος κατολισθάνει. μάχη δὲ ῥινοκέρωτος πρὸς ἐλέφαντα ὑπὲρ τῆς νομῆς ἐστι, καὶ πολλοῖς γ᾽ ἐλέφασιν ἐντυχεῖν ἐστι τεθνεῶσι τὸν τρόπον τοῦτον. ἐὰν δὲ μὴ φθάσῃ ὁ ῥινόκερως δράσας τοῦτο, ἀλλὰ ὑποτρέχων πως ὑποπεσόντος πιεσθῇ, περιβαλλόμενος τὴν προβοσκίδα κατέχει καὶ πρὸς ἑαυτὸν ἕλκει, ἐμπίπτων δὲ τοῖς κέρασι κατακόπτει ὡς πελέκεσιν. εἰ γὰρ καὶ φορίνην ὁ ῥινόκερως ἔχει στερεὰν καὶ δυσδιακόντιστον, ἀλλ᾽ ἡ βία τοῦ ἐμπίπτοντος μάλα καρτερά.

45 Ἀγριώτατον δὲ ἄρα ἦσαν τῶν ζῴων οἱ τῶν Αἰθιόπων ταῦροι οἱ καλούμενοι σαρκοφάγοι. καί εἰσι μὲν τὸ μέγεθος τῶν παρὰ τοῖς Ἕλλησι διπλασίους, ὤκιστοι δὲ τὸ τάχος. εἰσὶ δὲ πυρρότριχες, γλαυκοὶ τοὺς ὀφθαλμούς, καὶ ὑπὲρ τοὺς λέοντας οὗτοι. τὰ κέρατα δὲ τὸν μὲν ἄλλον χρόνον κινοῦσιν ὡς καὶ τὰ ὦτα, ἐν δὲ ταῖς μάχαις ἐγείρουσιν αὐτὰ καὶ ἀναστήσαντες ἰσχυρῶς, εἶτα οὕτω μάχονται· τὰ δὲ οὐ κλίνεται ὑπὸ τοῦ θυμοῦ ἀνεστῶτα, φύσει ναὶ μὰ Δία θαυμαστῇ. ἄτρωτοι δέ εἰσι καὶ λόγχαις καὶ βέλει παντί· ὁ γάρ τοι σίδηρος οὐκ εἰσδύεται· φρίξας γὰρ ὁ ταῦρος ἐκβάλλει