Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/497

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βουλῆς ἐγκρατὴς ἐγένετο, οὐδὲ (τοῦτο δὴ τὸ Ὁμηρικὸν) τοῖς ἑαυτοῦ τέκνοις τὴν δαῖτα ἐκόμισεν, ἀλλὰ τοῖς ἐκείνου περιπεσὼν ἕρμασιν ἔμελλεν οὐ μὰ Δί᾽ ἀπολεῖν ἀλλ᾽ ἀπολεῖσθαι. εἰδὼς οὖν ὁ γεωργὸς τὸν μὲν εἶναι Διὸς ἄγγελον καὶ ὑπηρέτην, εἰδώς γε μὴν κακὸν θηρίον τὸν ὄφιν, τῷ δρεπάνῳ τῷ προειρημένῳ διακόπτει τὸν θῆρα, καὶ μέντοι καὶ τῶν ἀφύκτων ἐκείνων εἱργμῶν τε καὶ δεσμῶν τὸν ἀετὸν ἀπολύει. ὁδοῦ μέντοι πάρεργον τῷ ἀνδρὶ ταῦτα καὶ δὴ διεπέπρᾳκτο, ἀρυσάμενος δὲ τὸ ὕδωρ ἧκε, καὶ πρὸς τὸν οἶνον κεράσας ὤρεξε πᾶσιν, οἱ δὲ ἄρα ἔπιον καὶ ἀμυστὶ καὶ πολλὰς ἐπὶ τῷ ἀρίστῳ. ἔμελλε δὲ καὶ αὐτὸς ἐπ᾽ ἐκείνοις πίεσθαι· ἔτυχε γάρ πως ὑπηρέτης κατ᾽ ἐκεῖνο τοῦ καιροῦ ἀλλ᾽ οὐ συμπότης ὤν. ἐπεὶ δὲ τοῖς χείλεσι τὴν κύλικα προσῆγεν, ὁ σωθεὶς ἀετὸς ζωάγρια ἐκτίνων οἱ καὶ κατὰ τύχην ἀγαθὴν ἐκείνου ἔτι διατρίβων περὶ τὸν χῶρον ἐμπίπτει τῇ κύλικι, καὶ ἐκταράττει αὐτήν, καὶ ἐκχεῖ τὸ ποτόν. ὃ δὲ ἠγανάκτησεν (καὶ γὰρ ἔτυχε διψῶν) καὶ λέγει ῾εἶτα μέντοι σὺ ἐκεῖνος ὤν᾽ (καὶ γὰρ τὸν ὄρνιν ἐγνώρισἐ) ῾τοιαύτας ἀποδίδως τοῖς σωτῆρσι τὰς χάριτας; ἀλλὰ πῶς ἔτι ταῦτα καλά; πῶς δ᾽ ἂν καὶ ἄλλος σπουδὴν καταθέσθαι θελήσειεν ἔς τινα αἰδοῖ Διὸς χαρίτων ἐφόρου τε καὶ ἐπόπτου;᾿ καὶ τῷ μὲν ταῦτα εἴρητο, καὶ ἐφρύγετο· ὁρᾷ δὲ ἐπιστραφεὶς τοὺς πιόντας ἀσπαίροντάς τε καὶ ἀποθνήσκοντας. ἦν δὲ ἄρα ὡς συμβαλεῖν ἐμημεκὼς ἐς τὴν πηγὴν ὁ ὄφις καὶ κεράσας αὐτὴν τῷ ἰῷ. ὁ μὲν οὖν ἀετὸς τῷ σώσαντι ἰσότιμον τῆς σωτηρίας ἀπέδωκε τὸν μισθόν. λέγει δὲ Κράτης ὁ Περγαμηνὸς ὑπὲρ τούτων καὶ τὸν Στησίχορον ᾄδειν ἔν τινι ποιήματι οὐκ ἐκφοιτήσαντί που ἐς πολλούς, σεμνόν τε καὶ ἀρχαῖον ὥς γε κρίνειν ἐμὲ τὸν μάρτυρα ἐσάγων.