Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/494

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸ ἔνθηρον αὐτοῖς εἶναι καὶ πολύθηρον τὴν γῆν ἀθροίζειν αὐτοὺς καὶ αὐαίνειν ὑπὸ τῇ εἵλῃ τοῦ ἡλίου, εἶτα κόπτειν ἐπιδήσαντάς τι ταῖς ῥισὶ καὶ τῷ στόματι, ἵνα μὴ τῷ ἄσθματι σπάσαντες τὸν ἐκ τῶν πτισσομένων ἀέρα εἶτα ἀποθάνωσι. ποιήσαντες οὖν ἄλευρα τοὺς ἰχθῦς ἐν τοῖς μάλιστα θηριωδεστάτοις χωρίοις κατασπείρουσιν αὐτά, σῦκά γε μὴν παραμιγνύναι τοῖς ἀλεύροις ἔθος ἔχουσιν. οὕτω μὲν οὗν διαφθείρονται οἵ τε σῦς οἱ ἄγριοι καὶ αἱ δορκάδες καὶ οἱ ἔλαφοι καὶ οἱ ἄρκτοι καὶ οἱ ὄνοι οἱ ἄγριοι καὶ οἱ αἶγες, ἄγριοι μέντοι καὶ οὗτοι· συκοτράγα γὰρ ταῦτα καὶ ἀλφιτοφάγα τὰ ζῷά ἐστιν. λέοντας δὲ καὶ παρδάλεις καὶ λύκους σαρκοφάγα ὄντα ἑτέρως ἀναιροῦσι. τῶν γὰρ οἰῶν τῶν ἡμέρων καὶ τῶν αἰγῶν παρασχίσαντες τὴν πλευρὰν ἐς ὅσον καθεῖναι τὴν χεῖρα, ἐμπάττουσι τῶν αὐτῶν ἀλεύρων, προκεῖσθαι κακὸν ναὶ μὰ Δία δέλεαρ τοῖς προειρημένοις. ὅταν οὖν ἢ λέων ἢ πάρδαλις ἢ λύκος ἢ ἄλλο τι τοιοῦτον ἐντύχῃ καὶ γεύσηται, τέθνηκε παραχρῆμα. καὶ πᾶσα μὲν οὖν ἡ Ἀρμενία θηρίων ἀγρίων τροφός τε ἅμα καὶ μήτηρ ἐστίν, ἡ δὲ πεδιὰς ἔτι καὶ μᾶλλον ἡ πρὸς τῷ ποταμῷ.

32 Ἐν τῇ Κασπίᾳ γῇ λίμνην ἀκούω μεγίστην εἶναι, καὶ ἰχθῦς ἐν αὐτῇ γίνεσθαι μεγάλους, καὶ ὀξύρυγχοι καλοῦνται. οὐκοῦν οἱ Κάσπιοι θηρῶσιν αὐτούς, καὶ διαπάσαντες ἁλσὶ καὶ ταρίχους ἐργασάμενοί τε καὶ ἀποφήναντες αὔους, ἐπισάξαντες καμήλοις κομίζουσιν ἐς Ἐκβάτανα. καὶ ποιοῦσιν ἄλειφα ἐκ τῶνδε τῶν ἰχθύων ἀφελόντες τὴν πιμελήν, τῷ δὲ ἰχθυΐνῳ ἐλαίῳ χρίονται λιπαρῷ σφόδρα καὶ οὐ δυσώδει, τὰ δὲ ἔντερα ἐξέλκουσιν αὐτῶν καὶ ἕψουσι, καὶ ἐξ αὐτῶν ποιοῦσι κόλλαν καὶ μάλα γε ἐν χρείᾳ γίνεσθαι δυναμένην· συνέχει γὰρ πάντα ἐγκρατῶς, καὶ προσέχεται οἷς ἂν