Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/493

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λέγουσαν ῾μεῖζον βοᾷ τῶν νηάδων.᾿ ὀστᾶ δὲ ἔτι καὶ νῦν αὐτῶν δείκνυσθαι μεγάλα ὁ αὐτός φησι.

29 Τοῦ Ἰνδῶν βασιλέως ἐλαύνοντος ἐπὶ τοὺς πολεμίους δέκα μυριάδες ἐλεφάντων προηγοῦνται μαχίμων. ἑτέρους δὲ ἀκούω τρισχιλίους τοὺς μεγίστους τε καὶ ἰσχυροτάτους ἕπεσθαι, οἵπερ οὖν εἰσι πεπαιδευμένοι τὰ τείχη τῶν πολεμίων ἀνατρέπειν, ἐμπεσόντες ὅταν κελεύσῃ ὁ βασιλεύς· ἀνατρέπουσι δὲ τοῖς στήθεσι. καὶ λέγει μὲν ταῦτα Κτησίας, ἀκοῦσαι γράφων. ἰδεῖν δὲ ἐν Βαβυλῶνι ὁ αὐτὸς λέγει τοὺς φοίνικας αὐτορρίζους ἀνατρεπομένους ὑπὸ τῶν ἐλεφάντων τὸν αὐτὸν τρόπον, ἐμπιπτόντων τῶν θηρίων αὐτοῖς βιαιότατα· δρῶσι δὲ ἄρα, ἂν ὁ Ἰνδὸς ὁ πωλεύων αὐτοὺς κελεύσῃ δρᾶσαι τοῦτο αὐτοῖς.

30 Ζηνόθεμις λέγει Παιονίδα λίμνην τινὰς φέρειν ἰχθῦς, οὕσπερ οὖν εἰ παραβάλοι τις ἀσπαίροντας τοῖς βουσίν, οἳ δὲ ἐμφοροῦνται αὐτῶν μάλα ἀσμένως, ὡς οἱ λοιποὶ τοῦ χόρτου. νεκρῶν δὲ τῶν ἰχθύων οὐκ ἂν πάσαιντο ἔτι οἱ βόες, ἐκεῖνος λέγει.

31 Παρὰ Ἀρμενίοις ἀκούω πέτραν εἶναι ὑψηλήν, εἶτα ταύτην ὕδωρ ἐκβάλλειν πάμπολυ. ὑποκεῖσθαι δὲ τῇ πέτρᾳ πυνθάνομαι κρήνην τετράγωνον πάντη, καὶ ἑκάστην πλευρὰν σταδίου ἥμισυ ἔχειν, βάθος δὲ τριῶν ὀργυιῶν εἶναι. συνεκπίπτειν δὲ τῷ ὕδατι προσακούω τῷ προειρημένῳ καὶ ἰχθύας πολλάκις ἔχοντας τὸ μῆκος καὶ πήχεως καὶ ἔτι μείζους καὶ μέντοι καὶ ἐλάττονας, ἀλλ᾽ οὐ κατὰ πολύ. καὶ τοὺς μὲν αὐτῶν κατολισθάνειν ἡμιθνῆτας, τοὺς δὲ ἀσπαίροντας καὶ μάλα γε ἰσχυρῶς ἀποθνήσκειν. εἶναι δὲ αὐτοὺς ἡ φήμη λέγει πάνυ σφόδρα μέλανας καὶ ἰδεῖν ἀειδεῖς. ἂν δὲ τούτων γεύσηται ἢ ἄνθρωπος ἢ θηρίον, παραχρῆμα ἀπόλλυται. τοὺς μὲν οὖν Ἀρμενίους διὰ