Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/491

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

24 Κύκνου δὲ ἤθη καὶ διατριβαὶ λίμναι τε καὶ ἕλη καὶ τενάγη καὶ ἀέναοι ποταμοὶ πράως καὶ ἡσυχῆ ῥέοντες. εἰρηναῖοι δέ εἰσι καὶ ἐς γῆρας προΐασιν ἑαυτοῖς κοῦφον. εἰσὶ δὲ καὶ ἐς ῥώμην ἄλκιμοι, καὶ θαρροῦσιν αὐτῇ, οὐ μὴν ὥστε ἄρχειν ἀδίκων ἀλλ᾽ ἀμύνεσθαι τὸν ἄρξαντα. ῥᾳδίως οὖν καὶ τῶν ἀετῶν περιγίνονται, ὅταν ἐκεῖνοι τολμήσωσιν ἐπιθέσθαι αὐτοῖς. καὶ εἶπον ἀνωτέρω τῆς μάχης τὸν τρόπον.

25 Λέγει δὲ Κλείταρχος πιθήκων ἐν Ἰνδοῖς εἶναι γένη ποικίλα τὴν χρόαν, μεγέθει δὲ μέγιστα. ἐν δὲ τοῖς χωρίοις τοῖς ὀρείοις τοσοῦτον αὐτῶν τὸ πλῆθος εἶναι, ὡς Ἀλέξανδρόν φησι τὸν Φιλίππου καὶ πάνυ καταπλαγῆναι σὺν καὶ τῇ οἰκείᾳ δυνάμει, οἰόμενον ἀθρόους ἰδόντα στρατιὰν ὁρᾶν συνειλεγμένην καὶ ἐλλοχῶσαν αὐτόν. ὀρθοὶ δὲ ἄρα ἦσαν οἱ πίθηκοι κατὰ τύχην ἡνίκα ἐφάνησαν. θηρῶνται δὲ οὗτοι οὔτε δικτύοις οὔτε κυνῶν ῥινηλατούντων σοφίᾳ καὶ μάλα ἀγρευτικῇ. ἔστι δὲ τὸ ζῷον ὀρχηστικόν, εἰ θεῷτο ὀρχούμενον· καὶ θέλει γε αὐλεῖν, εἰ καταπνεῖν μάθοι. πρὸς τούτοις εἰ θεάσαιτό τινα ὑποδήματα τοῖς ποσὶ περιτιθέντα, μιμεῖται τὴν ὑπόδεσιν· καὶ ὑπογράφοντος τὼ ὀφθαλμὼ μέλανι, καὶ τοῦτο δρᾶσαι θέλει. οὐκοῦν ὑπὲρ τῶν εἰρημένων μολίβου πεποιημένα κοῖλα καὶ βαρέα ὑποδήματα προτιθέασι, βρόχους αὐτοῖς ὑποβαλόντες, ὡς ἐσβαλεῖν μὲν τὼ πόδε, ἔχεσθαι δὲ τῇ πάγῃ καὶ μάλα ἀφύκτῳ· δέλεαρ δὲ αὐτοῖς ὀφθαλμῶν πρόκειται ὑπὲρ τοῦ μέλανος ἰξός. κατόπτρῳ δὲ χρησάμενος ὁ Ἰνδὸς ὁρώντων ἐκείνων, οὐκ εἰσὶ δ᾽ ἔτι τὰ κάτοπτρα, ἀλλὰ ἕτερα προστιθέντες· εἶτα καὶ τούτοις ἕρματα ἰσχυρὰ ὑποπλέκουσι· καὶ μέντοι καὶ τοιαῦτά ἐστιν. οἱ μὲν οὖν ἔρχονται, καὶ γενναίως δρῶσι κατὰ μίμησιν ὧν εἶδον· ἐκπηδᾷ