Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/490

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταρχος ἐν Ἰνδοῖς γίνεσθαι ὄρνιν, καὶ εἶναι σφόδρα ἐρωτικόν, καὶ τὸ ὄνομα αὐτοῦ λέγει ὠρίωνα εἶναι. φέρε δὲ καὶ διαγράψωμεν αὐτὸν τῷ λόγῳ, ὡς ἐκεῖνος διδάσκει. τοῖς μὲν καλουμένοις ἐρωδίοις ὅμοιος τὸ μέγεθος ὅδε ὁ ὠρίων ἐστίν, ἔστι δὲ καὶ τὰ σκέλη ὡς ἐκεῖνοι φοίνιξ, ὀφθαλμοὺς δὲ κυανοῦς ἔχει ῾τοῦτο μὲν οὐχ ὡς ἐκεῖνοἰ, μέλος δὲ μουσουργεῖν ὑπὸ τῆς φύσεως πεπαίδευται, οἷα δήπου μέλη ὑμεναιοῦται γλυκέα καὶ προσείοντα σειρῆνας.

23 Κατρέα τὸ ὄνομα, Ἰνδὸν τὸ γένος, τῇ φύσει ὄρνιν λέγει Κλείταρχος εἶναι τὸ κάλλος ὑπερήφανον· τὸ μέγεθος γὰρ εἴη ἂν κατὰ τὸν ταῶν, τὰ δὲ ἄκρα τῶν πτερῶν ἔοικε σμαράγδῳ. καὶ ὁρῶντος μὲν ἄλλοσε οὐκ οἶσθα οἵους ὀφθαλμοὺς ἔχει· εἰ δὲ ἐς σὲ ἀπίδοι, ἐρεῖς κινναβάρινον εἶναι τὸ ὄμμα πλὴν τῆς κόρης· ἐκείνη δὲ μηλιάδι τὴν χρόαν προσείκασται καὶ βλέπει ὀξύ. τό γε μὴν τοῖς ἁπάντων ὀφθαλμοῖς λευκόν, ἀλλὰ τοῖς τοῦ κατρέως τοῦδε ὠχρόν ἐστι. τὰ δὲ τῆς κεφαλῆς πτίλα γλαυκωπά, καὶ ἔχει ῥανίδας οἱονεὶ κρόκῳ προσεικασμένας εἶτα ἄλλην ἄλλῃ διεσπαρμένας. πόδες δὲ αὐτῷ σανδαράκινοι. ἔχει δὲ καὶ φώνημα εὔμουσον καὶ κατὰ τὴν ἀηδόνα τορόν. Ἰνδοὶ δὲ ἄρα τὴν ἐξ ὀρνίθων τροφὴν εἶχον, ἵνα καὶ οἱ ὁρῶντες ἑστιᾶν τὴν ὄψιν δύνωνται. ἰδεῖν γοῦν αὐτοῖς πάρεστι καὶ ὅλους πορφυροῦς καὶ τῇ καθαρωτάτῃ φλογὶ προσεοικότας· καὶ τούτων αἱ πτήσεις κατὰ πλῆθός εἰσιν, ὡς νομίζειν νέφη· ἄλλοι γε μὴν ποικίλοι καὶ οὐ πάνυ τι τὸ εἶδος εὔρητοι, μελῳδίαν δὲ καὶ εὐστομίαν καὶ εὐγλωττίαν ἄμαχοι, ὡς εἶναι, εἰ μή πη καὶ τραχύτερόν ἐστιν εἰπεῖν, Σειρῆνάς τινας. κατάπτεροι γὰρ ὡς ἦσαν αἱ τοῦ μύθου κόραι, ποιηταί τε ᾄδουσιν καὶ ζωγράφοι δεικνύουσιν.