Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/487

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν. καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προῃρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι, καὶ καλοῦσιν αὐτούς, ᾖ πεφύκασιν οἳ μὲν καλεῖν, οἳ δὲ ὑπακούειν. ἔρχονται μὲν οὖν κατὰ νέφη· ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν· ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. ἄγευστοι γὰρ μένοντες οἱ προειρημένοι ἀδεκατεύτοις ὡς εἰπεῖν ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι, σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες.

17 Ἀμύντας ἐν τοῖς ἐπιγραφομένοις οὕτως ὑπ᾽ αὐτοῦ Σταθμοῖς κατὰ τὴν γῆν τὴν Κασπίαν καὶ βοῶν ἀγέλας λέγει πολλὰς καὶ ἵππων, καὶ κρείττονας ἀριθμοῦ εἶναι. ἐπιλέγει δὲ ἄρα καὶ ἐκεῖνο, ἐν ὡρῶν τισι περιτροπαῖς μυῶν ἐπιδημίας γίνεσθαι πλῆθος ἄμαχον, καὶ τὸ μαρτύριον ἐπάγει λέγων, τῶν ποταμῶν τῶν ἀενάων σὺν πολλῷ τῷ ῥοίζῳ φερομένων, τοὺς δὲ καὶ μάλα ἀτρέπτως ἐπινήχεσθαί τε αὐτοῖς καὶ τὰς οὐρὰς ἀλλήλων ἐνδακόντας ἕρμα τοῦτο ἴσχειν, καὶ τοῦ διαβάλλειν τὸν πόρον σύνδεσμόν σφισιν ἰσχυρότατον ἀποφαίνειν τόνδε. ἐς τὰς ἀρούρας δὲ ἀπονηξάμενοί φησι καὶ τὰ λήια ὑποκείρουσι, καὶ διὰ τῶν δένδρων ἀνέρπουσι, καὶ τὰ ὡραῖα δεῖπνον ἔχουσι, καὶ τοὺς κλάδους δὲ διακόπτουσιν, οὐδὲ ἐκείνους κατατραγεῖν ἀδυνατοῦντες. οὐκοῦν ἀμυνούμενοι οἱ Κάσπιοι τὴν