Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/481

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῆς γνώμης τὸ δῆγμα, καὶ τὴν κύστιν ἐπέχει, καὶ λιπότριχας ἀποφαίνει, εἶτα ἕπεται πνιγμός, καὶ σπᾶσθαι ποιεῖ, καὶ τὸ τέλος τοῦ βίου ἀλγεινότατον.

5 Φύλαρχος ἐν τῇ δωδεκάτῃ ὑπὲρ τῶν Αἰγυπτίων ἀσπίδων ᾄδει τοιαῦτα. τιμᾶσθαί φησιν αὐτὰς ἰσχυρῶς, καὶ ἐκ ταύτης γε τῆς τιμῆς ἡμερωτάτας τε καὶ χειροήθεις γίνεσθαι. τοῖς παιδίοις οὖν συντρεφομένας μηδὲν ἀδικεῖν, καλουμένας δὲ ἐξέρπειν τῶν φωλεῶν καὶ ἀφικνεῖσθαι. κλῆσις δὲ αὐταῖς ὁ τῶν δακτύλων ἐστὶ κρότος. προτείνουσι δὲ ἄρα οἱ Αἰγύπτιοι καὶ ξένια αὐταῖς. ἐπὰν γὰρ ἀπὸ δείπνου γένωνται, ἄλφιτα οἴνῳ καὶ μέλιτι ἀναδεύσαντες κατὰ τῆς τραπέζης τιθέασιν, ἐφ᾽ ἧς ἔτυχον δεδειπνηκότες· εἶτα μέντοι κροτήσαντες οἱονεὶ δαιτυμόνας καλοῦσι. καὶ ἐκεῖναι ὥσπερ οὖν ὑπὸ συνθήματι παραγίνονται, καὶ ἄλλη ἀλλαχόθεν ἐξέρπει, καὶ περιστᾶσαι τὴν τράπεζαν τὴν μὲν λοιπὴν σπεῖραν ἐῶσι κατὰ τοῦ δαπέδου, ἄρασαι δὲ τὴν κεφαλὴν περιλιχμῶνται, καὶ ἡσυχῆ καὶ κατ᾽ ὀλίγον ἐμπίπλανται τῶν ἀλφίτων, καὶ καταναλίσκουσιν αὐτά. νύκτωρ δὲ ἐὰν ἐπείγῃ τι τοὺς Αἰγυπτίους, κροτοῦσι πάλιν· ὑποσημαίνει δὲ ἄρα αὐτὰς ὅδε ὁ ψόφος ἐξίστασθαί τε καὶ ἀναχωρεῖν. οὐκοῦν συνιᾶσιν ἐκεῖναι τὴν τοῦ κτύπου διαφορὰν καὶ ἐφ᾽ ὅτῳ τοῦτο δρᾶται, καὶ παραχρῆμα ἀναστέλλονται καὶ ἀφανίζονται, ἐς τοὺς χηραμούς τε καὶ φωλεοὺς ἕρπουσαι. ὁ οὖν ἀνιστάμενος οὔτε ἐμβαίνει τινὶ αὐτῶν οὔτε περιπίπτει.

6 Ὁ κροκόδειλος γίνεται μήκιστος πολλάκις. ἐπὶ γοῦν Ψαμμιτίχου τοῦ Αἰγυπτίων βασιλέως πέντε καὶ εἴκοσι πήχεων κροκόδειλον φανῆναί φασιν, ἐπὶ δὲ Ἀμάσιδος παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι. κήτη δὲ περὶ τὴν Λάκαιναν θάλατταν ἀκούω