Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/475

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.

33 Φοίνικες λέγουσι λόγοι τὰς βοῦς τὰς ἐπιχωρίους τοσαύτας εἶναι τὸ μέγεθος, ὡς ἑστάναι τοὺς ἀμέλγοντας ὄντας μεγίστους ἢ δεῖσθαι θρανίου, ἵνα ἀναβάντες ἐφίκωνται τῶν μαζῶν. Λιβύων δὲ ἄρα τῶν γειτνιώντων Ἰνδοῖς ὀπισθονόμων βοῶν ἀγέλας εἶναί τινας ἀκούω. τὸ δὲ αἴτιον, ἡ φύσις ὡς ἐξήμαρτε τὸ πρῶτον ἢ ὠλιγώρησεν, ἐπεὶ πρὸ τῶν ὀφθαλμῶν αὐτοῖς ἐστι τὰ κέρατα, καὶ ὁρᾶν οὐκ ἐᾷ τὰ πρὸ ποδῶν, ἣ δὲ ἐς οὐρὰν ἐπανάγει τὴν βάδισιν αὐτοῖς, εἶτα ἐπικύπτοντες κείρουσι τὴν πόαν. Ἀριστοτέλης γε μήν φησι τῶν βοῶν τῶν ἐν Νευροῖς ἐκπεφυκέναι τὰ κέρατα καὶ τὰ ὦτα ἔκφυσιν τὴν αὐτήν, καὶ εἶναι συνυφασμένα. ὁ δὲ αὐτὸς ἐν χώρῳ τινὶ Λιβύων τὰς αἶγας τοῦ στήθους φησὶ τοὺς μαζοὺς ἔχειν ἀπηρτημένους. εἴη δ᾽ ἂν τοῦ παιδὸς τοῦ Νικομάχου καὶ ταῦτα· ἐν τοῖς περὶ τὸν Καρίσκον Βουδίνοις οἰκοῦσιν οὐ γίνεσθαί φησι πρόβατον λευκόν, ἀλλὰ μέλανα πάντα.

34 Νυμφόδωρος λέγει τὴν Σαρδὼ εἶναι θρεμμάτων μητέρα ἀγαθήν. θαυμάσαι δὲ ἄξιον τίκτει ζῷον τὰς αἶγας αὕτη. τὰς γάρ τοι δορὰς τοὺς ἐπιχωρίους ἠσθῆσθαι, καὶ εἶναι ταῦτα σκέπην· καὶ διὰ χειμῶνος μὲν ἀλεαίνειν, ψύχειν δὲ ἐν τῷ θέρει φύσει τινὶ ἀπορρήτῳ· συμπεφυκέναι δὲ ἄρα ταῖς δοραῖς καὶ πήχεως τὴν τρίχα. τοῦ φορήματος δὲ τούτου ἔοικε χρῆναι διὰ μὲν τοῦ κρυμοῦ τὰς τρίχας ἐς τὸν χρῶτα ἐπιστρέφειν διὰ δὲ τοῦ θέρους ἔξω, εἰ μέλλοι ὁ ἠσθημένος διὰ μὲν τοῦ κρυμοῦ θάλπεσθαι, διὰ δὲ τοῦ θέρους μὴ ἀποπνίγεσθαι.

35 Τί δαί; Ὀρθαγόραν μνήμης ἄμοιρον ἐάσομεν; ὅσπερ