Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/471

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καλὸν μὲν οὖν θέημα τοιαύτη γυνὴ
ἄλλοισι, τῷ δ᾽ ἔχοντι γίγνεται κακόν,
ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ᾖ,
ὅς τοῖς τοιούτοις θυμὸν ἀγλαΐζεται.

25 Ἴδια δὲ ἵππων καὶ ἐκεῖνα δήπου. οἱ Πέρσαι, ἵνα μὴ ὦσιν αὐτοῖς οἱ ἵπποι καταπλῆγες, ψόφοις αὐτοὺς καὶ ἤχοις χαλκοῖς προσεθίζουσι, καὶ κωδωνίζουσιν, ὡς μή ποτε ἐν τῷ πολέμῳ δείσωσι τοὺς τῶν πανοπλιῶν ἀραγμοὺς καὶ τὸν τῶν ξιφῶν πρὸς τὰς ἀσπίδας δοῦπον. εἴδωλά τε νεκρῶν δὴ σεσαγμένα ἀχύροις ὑποβάλλουσιν αὐτοῖς, ἵνα προσεθισθῶσι νεκροὺς ἐν τῷ πολέμῳ πατεῖν, καὶ μὴ δεδιότες ὥς τι ἐκπληκτικὸν εἶτα μέντοι ἐν τοῖς ἔργοις τοῖς ὁπλιτικοῖς ἀχρεῖοι ὦσιν. οὐκ ἐλελήθει δὲ Ὅμηρον οὐδὲ τοῦτο, ὡς αὐτὸς δείκνυσιν. ὅτι γοῦν ἀνῃρέθη μὲν ὁ Θρᾷξ Ῥῆσος, σὺν αὐτῷ δὲ καὶ οἱ ἑταῖροι, ἀκούομεν ἐν Ἰλιάδι ἐκ παίδων· ἃ δὲ ἀκούομεν, ταῦτά ἐστιν. ἀποσφάττει μὲν ὁ τοῦ Τυδέως τοὺς Θρᾷκας, ὁ δὲ τοῦ Λαέρτου τοὺς ἀνῃρημένους ὑπάγει τῶν ποδῶν, ἵνα μή ποτε ἄρα νεήλυδες ὄντες οἱ Θρᾷκες ἵπποι εἶτα μέντοι ἐκπλήττωνται τοῖς νεκροῖς ἐμπαλασσόμενοι, καὶ ἀήθως κατ᾽ αὐτῶν ὥς τινων φοβερῶν βαίνοντες ἀποσκιρτῶσιν. οἳ δὲ ἅπαξ μαθόντες, οὐκ ἂν αὐτοὺς λάβοι τοῦ μαθήματος λήθη· οὕτως εἰσὶν ἀγαθοὶ μαθεῖν ὅ τι οὖν τῶν λυσιτελῶν οἱ ἵπποι. φιλεῖν δὲ οἷοί ποτέ εἰσι καὶ ἐς ὅσον, ἐμοὶ μὲν εἴρηται ἐν λόγοις τοῖς ἄνω.

26 Ἐν τοῖς κρυμώδεσι τόποις τὰ πρόβατα τῆς χιόνος ἐπιρρεούσης καὶ τοῦ κρύους ἐνακμάζοντος ἄχολά ἐστι ῾καθειργμένα δὲ ἄρα καὶ τοῦ χιλοῦ τοῦ νέου μὴ μεταλαμβάνοντα εἶτα μέντοι τοιαῦτα εὑρίσκεταἰ, ὑπαρχο-