Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/468

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κυούσης, ἐκθηριοῦται αὖθις, καὶ μονίας ἐστὶν ὅδε ὁ Ἰνδὸς καρτάζωνος. τούτων οὖν πώλους πάνυ νεαροὺς κομίζεσθαί φασι τῷ τῶν Πρασίων βασιλεῖ, καὶ τὴν ἀλκὴν ἐν ἀλλήλοις ἐπιδείκνυσθαι κατὰ τὰς θέας τὰς πανηγυρικάς. τέλειον δὲ ἁλῶναί ποτε οὐδεὶς μέμνηται.

21 Ὑπερελθόντι τὰ ὄρη τὰ γειτνιῶντα τοῖς Ἰνδοῖς κατὰ τὴν ἐνδοτάτω πλευρὰν φανοῦνταί φασιν αὐλῶνες δασύτατοι, καὶ καλεῖταί γε ὑπ᾽ Ἰνδῶν ὁ χῶρος Κόλουνδα. ἀλᾶται δὲ ἄρα φασὶν ἐν τοῖσδε τοῖς αὐλῶσι ζῷα Σατύροις ἐμφερῆ τὰς μορφάς, τὸ πᾶν σῶμα λάσια, καὶ ἔχει κατὰ τῆς ἰξύος ἵππουριν. καὶ καθ᾽ ἑαυτὰ μὲν μὴ ἐνοχλούμενα διατρίβει ἐν τοῖς δρυμοῖς ὑλοτραγοῦντα· ὅταν δὲ αἴσθωνται κυνηγετῶν κτύπου, καὶ ἀκούσωσι κυνῶν ὑλακῆς, ἀναθέουσιν ἐς τὰς ἀκρωρείας αὐτὰς ἀμάχῳ τῷ τάχει· καὶ γάρ εἰσι ταῖς ὀρειβασίαις ἐντριβεῖς. καὶ ἀπομάχονται πέτρας τινὰς κυλινδοῦντες κατὰ τῶν ἐπιόντων, καὶ καταλαμβανόμενοί γε πολλοὶ διαφθείρονται. καὶ ἐκ τούτων εἰσὶν ἐκεῖνοι δυσάλωτοι, καὶ μόλις ποτὲ καὶ διὰ μακροῦ τινὰς αὐτῶν ἐς Πρασίους κομίζεσθαι λέγουσι. καὶ τούτων μέντοι ἢ τὰ νοσοῦντα ἐκομίσθη ἢ θήλεά τινα κύοντα· καὶ συνέβη γε θηραθῆναι τοῖς μὲν διὰ τὴν νωθείαν, ταῖς δὲ διὰ τὸν τῆς γαστρὸς ὄγκον.

23 Ἔστι δὲ καὶ Σκιρᾶται πέραν Ἰνδῶν ἔθνος καὶ τοῦτο, καὶ εἰσὶ σιμοὶ τὰς ῥῖνας, εἴτε οὕτως ἐκ βρεφῶν ἁπαλῶν ἐνθλάσει τῇ τῆς ῥινὸς διαμείναντες, εἴτε καὶ τοῦτον τὸν τρόπον τίκτονται. γίνονται δὲ ὄφεις παρ᾽ αὐτοῖς μεγέθει μέγιστοι, ὧν οἳ μὲν ἁρπάζουσι τὰς ποίμνας καὶ σιτοῦνται, οἳ δὲ ἐκθηλάζουσι τὸ αἷμα, ὥσπερ οὖν παρὰ τοῖς Ἕλλησιν οἱ αἰγιθῆλαι,