Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/467

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

20 Ἐν τοῖς χωρίοις τοῖς ἐν Ἰνδίᾳ ῾λέγω δὲ τοῖς ἐνδοτάτὠ ὄρη φασὶν εἶναι δύσβατά τε καὶ ἔνθηρα, καὶ ἔχειν ζῷα ὅσα καὶ ἡ καθ᾽ ἡμᾶς τρέφει γῆ, ἄγρια δέ· καὶ γάρ τοι καὶ τὰς οἶς τὰς ἐκεῖ φασιν εἶναι καὶ ταύτας θηρία, καὶ κύνας καὶ αἶγας καὶ βοῦς, αὐτόνομά τε ἀλᾶσθαι καὶ ἐλεύθερα, ἀφειμένα νομευτικῆς ἀρχῆς. πλήθη δὲ αὐτῶν καὶ ἀριθμοῦ πλείω φασὶν οἱ τῶν Ἰνδῶν λόγιοι. ἐν δὲ τοῖς καὶ τοὺς Βραχμᾶνας ἀριθμεῖν ἄξιον· καὶ γάρ τοι καὶ ἐκεῖνοι ὑπὲρ τῶνδε ὁμολογοῦσι τὰ αὐτά. λέγεται δὲ καὶ ζῷον ἐν τούτοις εἶναι μονόκερων, καὶ ὑπ᾽ αὐτῶν ὀνομάζεσθαι καρτάζωνον. καὶ μέγεθος μὲν ἔχειν ἵππου τοῦ τελείου καὶ λόφον, καὶ λάχνην ἔχειν ξανθήν, ποδῶν δὲ ἄριστα εἰληχέναι. καὶ τοὺς μὲν πόδας ἀδιαρθρώτους τε καὶ ἐμφερεῖς ἐλέφαντι πεφυκέναι, τὴν δὲ οὐρὰν ἔχειν συός· μέσον δὲ τῶν ὀφρύων ἔχειν ἐκπεφυκὸς κέρας οὐ λεῖον ἀλλὰ ἑλιγμοὺς ἔχον τινὰς καὶ μάλα αὐτοφυεῖς, καὶ εἶναι μέλαν τὴν χρόαν· λέγεται δὲ καὶ ὀξύτατον εἶναι τὸ κέρας ἐκεῖνο. φωνὴν δὲ ἔχειν τὸ θηρίον ἀκούω τοῦτο πάντων ἀπηχεστάτην τε καὶ γεγωνοτάτην. καὶ τῶν μὲν ἄλλων αὐτῷ ζῴων προσιόντων φέρειν καὶ πρᾶον εἶναι, λέγουσι δὲ ἄρα πρὸς τὸ ὁμόφυλον δύσεριν εἶναί πως. καὶ οὐ μόνον φασὶ τοῖς ἄρρεσιν εἶναί τινα συμφυῆ κύριξίν τε πρὸς ἀλλήλους καὶ μάχην, ἀλλὰ καὶ πρὸς τὰς θηλείας ἔχουσι θυμὸν τὸν αὐτόν, καὶ προάγοντες τὴν φιλονεικίαν καὶ μέχρι θανάτου τοῦ ἡττηθέντος ἐξάγουσιν. ἔστι μὲν οὖν καὶ διὰ παντὸς τοῦ σώματος ῥωμαλέον, ἀλκὴ δέ οἱ τοῦ κέρατος ἄμαχός ἐστι. νομὰς δὲ ἐρήμους ἀσπάζεται, καὶ πλανᾶται μόνον· ὥρᾳ δὲ ἀφροδίτης τῆς σφετέρας συνδυασθεὶς πρὸς τὴν θήλειαν πεπράυνται, καὶ μέντοι καὶ συννόμω ἐστόν. εἶτα ταύτης παραδραμούσης καὶ τῆς θηλείας