Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/466

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἠφανίσθη καταδύντα ἐς τὸ πέλαγος, ἑῴου μέλλοντος ὑπολάμπειν. εἶναι δὲ καὶ φαλαίνας φασὶ πολλάς, οὐ μὴν ἐς τὴν γῆν προϊέναι αὐτάς, τοὺς θύννους ἐλλοχώσας. καὶ δελφίνων δὲ γένη δύο φασὶν εἶναι, τὸ μὲν ἄγριον καὶ κάρχαρον καὶ ἀφειδέστατον ἐς τοὺς ἁλιέας καὶ σφόδρα ἄνοικτον, τὸ δὲ πρᾶόν τε καὶ τιθασὸν φύσει. περισκιρτᾷ γοῦν καὶ περινήχεται, καὶ ἔοικε κυνιδίῳ αἰκάλλοντι, καὶ ψηλαφήσεις, ὃ δὲ ὑπομενεῖ· κἂν τροφὴν ἐμβάλῃς, ἀσμένως λήψεται

19 Λαγὼς θαλάττιος ῾τῆς μέντοι μεγάλης· τὸν γὰρ ἕτερον εἶπον τὸν ἐκ τῆς ἑτέρασ᾽ ἀλλ᾽ οὗτός γε ἔοικε τῷ χερσαίῳ πάντα πάντη πλὴν τῶν τριχῶν. τοῦ μὲν γὰρ ἠπειρώτου ἡ λάχνη ἔοικεν ἁπαλή τε εἶναι καὶ ἐπαφωμένῳ μὴ ἀντίτυπος· ἔχει δὲ οὗτος ἀκανθώδεις τὰς τρίχας καὶ ὀρθάς, καὶ εἴ τις προσάψαιτο, ἀμύσσεται. φασὶ δὲ αὐτὸν ἐπ᾽ ἄκρᾳ τῇ φρίκῃ τῆς θαλάττης νήχεσθαι καὶ μὴ καταδύνειν ἐς βάθος, ὤκιστον δὲ εἶναι τὴν νῆξιν. ζῶν δὲ οὐκ ἂν ἁλῴη ῥᾳδίως. τὸ δὲ αἴτιον, οὐκ ἐμπίπτει ποτὲ ἐς δίκτυον, οὐ μὴν οὐδὲ καλάμου πρόσεισιν ὁρμιᾷ καὶ δελέατι. ὅταν δὲ ἄρα νοσήσας ὅδε ὁ λαγὼς εἶτα ἥκιστος ὢν νήχεσθαι ἐκβρασθῇ, πᾶς ὅστις ἂν αὐτοῦ προσάψηται τῇ χειρὶ ἀπόλλυται ἀμεληθείς. ἀλλὰ καὶ τῇ βακτηρίᾳ ἐὰν θίγῃ τοῦ λαγὼ τοῦδε, καὶ δι᾽ αὐτῆς πάσχει τὸ αὐτό, ὥσπερ οὖν καὶ οἱ τοῦ βασιλίσκου προσαψάμενοι. ῥίζαν δὲ ἐν τῇ νήσῳ τῇ κατὰ τὴν μεγάλην θάλατταν φύεσθαί φασι καὶ εἶναι πᾶσιν εὔγνωστον, ἥπερ οὖν τῇ λιποθυμίᾳ ἀντίπαλός ἐστιν. προσενεχθεῖσα γοῦν τῇ τοῦ λιποψυχοῦντος ῥινὶ ἀναβιώσκεται τὸν ἄνθρωπον. ἐὰν δὲ ἀμεληθῇ, καὶ μέχρι θανάτου πρόεισι τῷ ἀνθρώπῳ τὸ πάθος· τοσαύτην ἄρα ἐς τὸ κακὸν ὅδε ὁ λαγὼς ἔχει τὴν ἰσχύν.