Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/463

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νεται ὥσπερ ἐν σκοπιαῖς τισιν ἢ νήσοις κατοικεῖν, ὅταν τῶν λοφιδίων ἐκείνων τὰ κύκλῳ περιλιμνάζηται. τὰ δ᾽ οὖν χώματα ἐκεῖνα, καίτοι συμπεφορημένα, τοσοῦτον ἀποδεῖ τοῦ λύεσθαί τε καὶ διαξαίνεσθαι ὑπὸ τῆς περικλύσεως, ὡς καὶ κρατύνεσθαι αὐτά, πρῶτον μὲν ὑπὸ τῆς ἑῴας δρόσου· ἐπαμφιέννυται γὰρ ὡς εἰπεῖν ἐκ ταύτης πάγου τινὰ χιτῶνα ὑπόλεπτον, πλὴν καρτερόν· εἶτα μέντοι δεσμεύεται κάτω βρυώδει τῆς ποταμίας ἰλύος φλοιῷ. καὶ μυρμήκων μὲν Ἰνδῶν πέρι Ἰόβᾳ πάλαι, ἐμοὶ δὲ νῦν ἐς τοσοῦτον λελέχθω.

16 Παρὰ τοῖς Ἀριανοῖς τοῖς Ἰνδικοῖς χάσμα Πλούτωνός ἐστι, καὶ κάτω τινὲς ἀπόρρητοι σύριγγες καὶ ὁδοὶ κρυπταὶ καὶ διαδρομαὶ ἀνθρώποις μὲν ἀθέατοι, βαθεῖαι δ᾽ οὖν καὶ ἐπὶ μήκιστον προήκουσαι· γενόμεναι δὲ πῶς καὶ ὀρωρυγμέναι τρόπῳ τῷ, οὔτε Ἰνδοὶ λέγουσιν, οὔτε ἐγὼ μαθεῖν πολυπραγμονῶ. ἄγουσιν οὖν Ἰνδοὶ καὶ ὑπὲρ τὰ τρισμύρια ἐνταῦθα κτήνη προβάτων τε καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων· καὶ ἕκαστος τῶν ἢ ἐνύπνιον ἢ ὄτταν τινὰ ἢ φήμην ἢ ὄρνιν οὐκ εὔεδρον ὑφορωμένων ἀντὶ τῆς ἑαυτοῦ ζωῆς ἐμβάλλει κατὰ τὴν οἴκοθεν δύναμιν, ἑαυτὸν λυτρούμενος καὶ διδοὺς ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς τὴν τοῦ ζῴου. τὰ δὲ ἄγεται οὔτε δεσμοῖς ἐπαγόμενα οὔτε ἐλαυνόμενα ἄλλως, ἑκόντα δὲ τὴν ὁδὸν τήνδε ἀνύτει ἕλξει τινὶ καὶ ἴυγγι ἀπορρήτῳ. εἶτα ἐπιστάντα τῷ στομίῳ ἑκόντα ἐμπηδᾷ, καὶ ὄψει μὲν ἀνθρωπίνῃ οὐκ ἔστιν οὐκέτι σύνοπτα ἐς γῆς χάσμα ἀπόρρητόν τε καὶ ἀχανὲς ἐμπεσόντα, ἀκούονται δ᾽ οὖν ἄνω βοῶν μὲν μυκηθμοί, τῶν δὲ οἰῶν βληχή, χρεμετισμὸς δὲ τῶν ἵππων καὶ μηκὴ τῶν αἰγῶν. καὶ εἴ τις ἐπιπολῆς βαδίζοι καὶ προχωροίη τὸ οὖς παραβάλλων, ἀκούσεται ἐπὶ μήκιστον τῶν προειρημένων. οὐδὲ ἐκλείπει