Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/461

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ πτέρωμα βραγχίου ἑκατέρου πήχεων τὸ εὖρος καὶ ἑπτά. κήρυκες δὲ καὶ πορφύραι, ὡς καὶ χοῦν ῥᾷστα δέξασθαι· καὶ μέντοι καὶ τῶν ἐχίνων τὰ χελώνια δύναιτο ἂν τοσοῦτον στέγειν. μεγέθη δ᾽ ἰχθύων ἄπειρα, λαβράκων μάλιστα, καὶ ἀμίαι καὶ χρυσόφρυες. ἀκούω δὲ τούτους κατὰ τὴν ὥραν, ὅταν ἐπιρρέωσιν οἱ ποταμοὶ λάβροι κατιόντες ἐκ τῆς πλημμύρας καὶ ἐς τὴν γῆν ἀναχέωνται, καὶ αὐτοὺς ὑπερχεῖσθαι κατὰ τὰς ἀρούρας καὶ ἐν ὕδατι λεπτῷ φέρεσθαί τε καὶ ἀλᾶσθαι. παυσαμένων δὲ τῶν ὑπερπιμπλάντων τοὺς ποταμοὺς ὑετῶν καὶ ἀναχωρούντων ὀπίσω τῶν ῥευμάτων καὶ ἐς τὰς ὁδοὺς τὰς κατὰ φύσιν ὑποστρεφόντων, ἐν τοῖς καθημένοις χωρίοις καὶ τοῖς τεναγώδεσι καὶ ἀπέδοις, ἔνθα δήπου φιλοῦσι καὶ αἱ νεαὶ καλούμεναι κόλπους τινὰς ἔχειν, ἰχθῦς ὑπομένουσι καὶ ὀκτὼ πήχεων. καὶ αἱροῦσιν οἱ γεωργοῦντες αὐτοὺς ἀσθενεῖ τῇ νήξει χρωμένους, ἅτε μὴ ἐν βυθῷ φερομένους ἀλλὰ ἐπιπολῆς, καὶ ἐκ τοῦ ὀλίγου ὕδατος ἀγαπητῶς καὶ μόλις ἀποζῶντας.

13 Ἰνδῶν δὲ ἰχθύων ἴδια καὶ ἐκεῖνα. βατίδες γίνονται παρ᾽ αὐτοῖς οὐδέν τι μείους Ἀργολικῆς ἀσπίδος ἑκάστη, καρίδες δὲ καὶ μείζους καράβων αἱ Ἰνδῶν εἰσίν. αἱ μὲν οὖν ἐκ τῆς θαλάττης ἀναθέουσαι διὰ τοῦ ποταμοῦ τοῦ Γάγγου χηλὰς μεγίστας ἔχουσι καὶ τραχείας θιγεῖν, τάς γε μὴν ἐκ τῆς Ἐρυθρᾶς ἐκπιπτούσας ἐς τὸν Ἰνδὸν λείας ἔχειν πέπυσμαι τὰς ἀκάνθας, προμήκεις γε μὴν καὶ βοστρυχώδεις τὰς ἀπηρτημένας ἕλικας. χηλὰς δὲ οὐκ ἔχειν ταύτας.

14 Χελώνη δὲ ἐν Ἰνδοῖς ποταμία τὸ χελώνιον ἔχει σκάφης οὐ μεῖον τελείας. χωρεῖ γοῦν ἕκαστον μεδίμνους δέκα ὀσπρίων. γίνονται δὲ καὶ χερσαῖαι χελῶναι, καὶ εἶεν ἂν τὸ μέγεθος κατὰ τὰς βώλους τὰς